Ancient Greek · ~2 min
6.18 to 6.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.18-19
Not analysed yet
καὶ τὸν μὲν Γουσαναστάδην κτείνας τὸν Ἀδεργουδουνβάδην ἀντ’ αὐτοῦ κατεστήσατο ἐπὶ τῆς τοῦ χαναράγγου ἀρχῆς, τὸν δὲ Σεόσην ἀδρασταδάραν σαλάνην εὐθὺς ἀνεῖπε. δύναται δὲ τοῦτο τὸν ἐπὶ ἀρχαῖς τε ὁμοῦ καὶ στρατιώταις ἅπασιν ἐφεστῶτα. ταύτην ὁ Σεόσης τὴν ἀρχὴν πρῶτός τε καὶ μόνος ἐν Πέρσαις ἔσχεν· οὔτε γὰρ πρότερον οὔτε ὕστερόν τινι γέγονε· τήν τε βασιλείαν ὁ Καβάδης ἐκρατύνατο καὶ ξὺν τῷ ἀσφαλεῖ διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος οὐδενὸς ἧσσον.