Ancient Greek · ~7 min
7.1 to 7.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.1-8
Not analysed yet
Ὀλίγῳ δὲ ὕστερον χρήματα Καβάδης τῷ Ἐφθαλιτῶν βασιλεῖ ὤφειλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οἱ οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα· ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ ταῦτα ποιητέα εἴη. οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι. διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε, καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληισάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο, ἧς δὴ χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίστατο. Ἀμιδηνοὶ δὲ στρατιωτῶν μέν, ἅτε ἐν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν, οὐ παρόντων σφίσι, καὶ ἄλλως δὲ ἀπαράσκευοι παντάπασιν ὄντες, ὅμως τοῖς πολεμίοις ὡς ἥκιστα προσχωρεῖν ἤθελον, ἀλλὰ τοῖς τε κινδύνοις καὶ τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον. Ἦν δέ τις ἐν Σύροις ἀνὴρ δίκαιος, Ἰάκωβος ὄνομα, ᾧ τὰ ἐς τὸ θεῖον ἐς τὸ ἀκριβὲς ἤσκητο. οὗτος ἐν χωρίῳ Ἐνδιήλων, διέχοντι Ἀμίδης ἡμέρας ὁδῷ, πολλοῖς ἔμπροσθεν χρόνοις αὑτὸν καθεῖρξεν, ὅπως δὴ ἀδεέστερον τὰ ἐς τὴν εὐσέβειαν μελετᾶν δύνηται. καὶ αὐτοῦ οἱ ταύτῃ ἄνθρωποι ὑπουργοῦντες τῇ γνώμῃ δρυφάκτοις τισὶ περιέβαλον, οὐ ξυνημμένοις μέντοι, ἀλλὰ χωρὶς πεπηγόσιν ἀλλήλων, ὥστε ὁρᾶν τε τοὺς προσιόντας καὶ ξυγγίνεσθαι οἷόν τε εἶναι. καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ’ ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει. τοῦτον οὖν τὸν Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον.