Ancient Greek · ~7 min
6.18.1 to 6.18.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.18.1-9
Not analysed yet
Πρῶτοι δὲ Ῥωμαίων Ἰλδίγερ τε καὶ οἱ ξὺν αὐτῷ ἀφικόμενοι ἐς τὸ τῶν πολεμίων χαράκωμα τῶν Γότθων ὅσοι νόσοις τισὶν ἐχόμενοι αὐτοῦ ἔμειναν ἐν ἀνδραπόδων ἐποιήσαντο λόγῳ, καὶ χρήματα πάντα ξυνέλεξαν ὅσα φεύγοντες Γότθοι ἐλίποντο. καὶ Βελισάριος παντὶ τῷ στρατῷ ἦλθεν ἐς μέσην ἡμέραν. καὶ ἐπεὶ ὠχριῶντάς τε καὶ δεινὸν αὐχμῶντας Ἰωάννην τε καὶ τοὺς ξὺν αὐτῷ εἶδε, τοῦ θράσους ὑπαινιττόμενος τὸ ἀλόγιστον χάριτας αὐτὸν ἔφασκεν Ἰλδίγερι ὀφείλειν. ὁ δὲ οὐκ Ἰλδίγερι, ἀλλὰ Ναρσῇ τῷ βασιλέως ταμίᾳ ὁμολογεῖν ἔφη, παραδηλῶν, οἶμαι, Βελισάριον οὐ σφόδρα ἐθελούσιον, ἀλλὰ Ναρσῇ ἀναπεισθέντα σφίσιν ἀμῦναι. καὶ τὸ λοιπὸν ἄμφω ὑποψίᾳ πολλῇ ἐς ἀλλήλους ἐχρῶντο. διὸ δὴ οὐδὲ Ναρσῆν εἴων οἱ ἐπιτήδειοι ξὺν Βελισαρίῳ στρατεύεσθαι, ἀλλ’ ἀνέπειθον ὅσον αἰσχρὸν εἴη τῷ τῶν ἀπορρήτων βασιλεῖ κοινωνοῦντι μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι, ἀλλὰ στρατηγῷ ἀνδρὶ ὑπακούειν. οὐ γάρ ποτε Βελισάριον ἐπὶ τῇ ἴσῃ ἑκόντα εἶναι τῆς στρατιᾶς ξὺν αὐτῷ ἄρξειν ἀπεφαίνοντο, βουλομένῳ δέ οἱ καθ’ αὑτὸν τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι πλείους τε στρατιώτας καὶ πολλῷ ἀμείνους ξὺν τοῖς ἄρχουσιν ἕψεσθαι. τούς τε γὰρ Ἐρούλους καὶ τοὺς δορυφόρους τε καὶ ὑπασπιστὰς τοὺς αὐτοῦ, καὶ ὧν Ἰουστῖνός τε καὶ αὐτὸς Ἰωάννης ἦρχον, ξὺν τοῖς Ἀρατίῳ τε καὶ Ναρσῇ ἑπομένοις οὖχ ἧσσον ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείους τε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαί τε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνῳ, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι. τὴν γὰρ βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ’ ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ’ ἐφ’ ᾧ ἔργα ξυνέσεώς τε καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ εἰκός, εἴη. καίτοι οὐδὲ Βελισάριον ἔφασκον δυνήσεσθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι. στρατιᾶς γὰρ ἧς ἐκεῖνος ἄρχοι τὸ πλεῖστον ἤδη ἔν τε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖφθαι ἅσπερ αὐτὸς εἷλε, καὶ κατέλεγον ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα.