Ancient Greek · ~4 min
6.17.20 to 6.17.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.17.20-24
Not analysed yet
ἐπεὶ δέ, νυκτὸς σφίσιν ἐπιγενομένης, καταθέμενοι τὰ ὅπλα ἡσύχαζον, πυρὰ πολλὰ ἐς τὰ πρὸς ἕω τῆς πόλεως ὅσον ἀπὸ σταδίων ἑξήκοντα εἶδον, ἅπερ τὸ ξὺν Μαρτίνῳ στράτευμα ἔκαιεν, ἐς δέος τε ἀμήχανον ἦλθον· κυκλωθήσεσθαι γὰρ πρὸς τῶν πολεμίων ἅμα ἡμέρᾳ ὑπώπτευον. ταύτην μὲν οὖν τὴν νύκτα ξὺν δέει τοιούτῳ ηὐλίσαντο, τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ ἅμα ἡλίῳ ἀνίσχοντι στόλον νηῶν ἐπὶ σφᾶς ἰόντα ὁρῶσιν ἐξαίσιον οἷον· ἔς τε ἀφασίαν ἐμπεπτωκότες ἐς φυγὴν ὥρμηντο. ξυσκευαζόμενοί τε κατὰ τάχος τοσούτῳ θορύβῳ τε καὶ κραυγῇ εἴχοντο ὥστε οὔτε τῶν παραγγελλομένων κατήκουον οὔτε ἄλλο τι ἐν νῷ ἐποιοῦντο ἢ ὅπως ἂν αὐτὸς ἕκαστος πρῶτός τε ἀπαλλάσσοιτο τοῦ στρατοπέδου καὶ Ῥαβέννης τοῦ περιβόλου ἐντὸς γένοιτο. καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν καὶ ξύμπας ἐνταῦθα ἂν ὁ πόλεμος ἐτελεύτησε. νῦν δὲ τοῦτο ἐκώλυσεν ὀρρωδία τε σφίσι μεγάλη τοῖς φθάσασιν ἐπιγενομένη καὶ ἀσθένεια τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πολλοῖς ξυμπεσοῦσα. οἱ μὲν οὖν βάρβαροι θορύβου ὑπερβολῇ αὐτοῦ λειπόμενοι τῶν χρημάτων τινὰ δρόμῳ πολλῷ τὴν ἐπὶ Ῥάβενναν ἔθεον.