Ancient Greek · ~7 min
6.2 to 6.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.2-2-10
Not analysed yet
μετὰ δὲ Νεαπολίτας πολιορκεῖν ἔγνω, ἐπεὶ αὐτὸν δέχεσθαι τῇ πόλει, καίπερ ἐπαγωγὰ πολλὰ λέγοντα, ὡς ἥκιστα ἤθελον. Κόνων γὰρ ἐνταῦθα ἐφύλασσε, Ῥωμαίων τε καὶ Ἰσαύρων χιλίους ἔχων. καὶ αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ ἐνστρατοπεδευσάμενος οὐ πολλῷ ἄποθεν τοῦ περιβόλου ἡσύχαζε, πέμψας δὲ τῆς στρατιᾶς μοῖραν, Κύμην τε τὸ φρούριον καὶ ἄλλα ἄττα ὀχυρώματα εἷλε, χρήματά τε ἐνθένδε περιβαλέσθαι μεγάλα ἴσχυσε. καὶ γυναῖκας τῶν ἐκ βουλῆς ἐνταῦθα εὑρὼν οὔτε ὕβρισε καὶ ξὺν πολλῇ φιλοφροσύνῃ ἐλευθέρας ἀφῆκε, μέγα τε ἀπ’ αὐτοῦ ὄνομα ἐπί τε ξυνέσει καὶ φιλανθρωπίᾳ ἐς Ῥωμαίους ἅπαντας ἔσχε. Καὶ ἐπεί οἱ πολέμιον οὐδὲν ὑπηντίαζεν, ὀλίγους ἀεὶ τοῦ στρατοῦ περιπέμπων ἔργα λόγου πολλοῦ ἄξια ἔπρασσε. Βριττίους μὲν καὶ Λευκανοὺς παρεστήσατο, καὶ Ἀπουλίαν ξὺν Καλαβρίᾳ ἔσχε, τούς τε δημοσίους φόρους αὐτὸς ἔπρασσε, καὶ τὰς τῶν χρημάτων προσόδους ἀντὶ τῶν τὰ χωρία κεκτημένων ἐφέρετο, καὶ τἄλλα καθίστη ἅτε τῆς Ἰταλίας γεγονὼς κύριος. διὸ δὴ τῇ Ῥωμαίων στρατιᾷ χρόνοις τοῖς καθήκουσιν οὐ κομιζομένῃ τὰς συνειθισμένας συντάξεις χρήματα μεγάλα βασιλεὺς ὤφειλε. καὶ ἀπ’ αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν τε ταῖς πόλεσιν ἄσμενοι ἔμενον. Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιον δὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντιαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ’ ἀρχὰς ἔτυχε. Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ’ ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται. καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανός, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς· ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι.