Ancient Greek · ~7 min
6.11 to 6.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.11-3-21
Not analysed yet
Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν· ἔνθα δὴ τὸν καιρὸν κατατρίβων ἐκάθητο οὐδενὶ λόγῳ. ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ’ αὐτοῦ δειλός τε καὶ μελλητὴς ἐς τὰ μάλιστα. Μετὰ δὲ καὶ Δημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων. καταπλεύσας οὖν ὁ Δημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὤν, ἐπεί οἱ στράτευμα βραχύ τε καὶ οὐκ ἀξιόλογον εἵπετο, ἐπενόει τοιάδε. ναῦς ὅτι πλείστας ἐκ Σικελίας ἁπάσης ἀγείρας σίτου τε αὐτὰς ἐμπλησάμενος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔπλει, δόκησιν παρέχων τοῖς ἐναντίοις πάμπολύ τι στράτευμα ἐν ταῖς ναυσὶν εἶναι. καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. μέγαν γὰρ σφίσιν ἐπιέναι στρατὸν ᾤοντο, τεκμαιρόμενοι ὅτι δὴ στόλου πολύ τι χρῆμα πλεῖν ἐκ Σικελίας ἐπύθοντο. καὶ εἰ μὲν κατ’ ἀρχὰς εὐθὺ Νεαπόλεως ἰέναι Δημήτριος ἤθελεν, οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι, οὐδενός οἱ ἀντιστατοῦντος. νῦν δὲ κατορρωδήσας τὸν κίνδυνον καταίρειν μὲν ἐς Νεάπολιν ἥκιστα ἔγνω, ἐς δὲ τὸν Ῥώμης καταπλεύσας λιμένα, στρατιώτας ἐνθένδε ἀγείρειν ἐν σπουδῇ ἐποιεῖτο. οἱ δὲ ἅτε πρὸς τῶν βαρβάρων ἡσσημένοι τε καὶ μέγα δέος ἔτι ἀπ’ αὐτῶν ἔχοντες, ἕπεσθαι Δημητρίῳ ἐπὶ Τουτίλαν τε καὶ Γότθους οὐδαμῆ ἤθελον. διὸ δὴ μόνοις τοῖς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκουσιν ἐς Νεάπολιν ἰέναι ἠνάγκαστο. Ἦν δέ τις Δημήτριος ἕτερος, Κεφαληνὸς γένος, ναύτης μὲν τὸ παλαιὸν καὶ τῶν κατὰ θάλασσαν ἔργων τε καὶ κινδύνων ἀκριβῶς ἔμπειρος, πλεύσας δὲ ξὺν Βελισαρίῳ ἔς τε Λιβύην καὶ Ἰταλίαν ἐγένετο ἐς ταύτην δὴ τὴν ἐμπειρίαν δόκιμος, καὶ ἀπ’ αὐτοῦ ἐπίτροπον βασιλεὺς αὐτὸν Νεαπόλεως κατεστήσατο. ἐπειδή τε οἱ βάρβαροι τὸ χωρίον πολιορκεῖν ἤρξαντο, ἀσελγείᾳ πολλῇ ἐχόμενος ἐς τὸν Τουτίλαν συχνὰ ὕβριζε, λίαν τε ἀθυρόγλωσσος ἐν τούτῳ τῷ πόνῳ ὁ ἀνὴρ ὤφθη.