Ancient Greek · ~7 min
6.2.1 to 6.2.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.2.1-12
Not analysed yet
Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρατιώταις βασιλεὺς ὦφλε. δείσας τε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματά τε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι. ὁ δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν. δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς ἢ τροφῶν ξυγκομιδῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἴωσιν. ἐπεὶ δὲ τῇ ὑστεραίᾳ τοὺς ἀμφὶ Εὐθάλιον ἔγνω παρέσεσθαι, διεῖπέ τε καὶ διεκόσμει ὡς ἐς μάχην τὸ στράτευμα, καὶ οἱ βάρβαροι ἐν παρασκευῇ ἦσαν. ὅλην μὲν οὖν δείλην πρωίαν κατεῖχεν ἀμφὶ τὰς πύλας τοὺς στρατιώτας· ᾔδει γὰρ Εὐθάλιόν τε καὶ τοὺς ξὺν αὐτῷ ἐς νύκτα ἀφίξεσθαι. ἐς δὲ ἡμέραν μέσην ἄριστον ἐκέλευε τὸ στράτευμα αἱρεῖσθαι, καὶ οἱ Γότθοι ταὐτὸ τοῦτο ἐποίουν, ἐς τὴν ὑστεραίαν αὐτὸν οἰόμενοι τὴν ξυμβολὴν ἀποτίθεσθαι. ὀλίγῳ δὲ ὕστερον Μαρτῖνον μὲν καὶ Βαλεριανὸν ξὺν τοῖς ἑπομένοις ἐς Νέρωνος πεδίον Βελισάριος ἔπεμψε, ξυνταράσσειν ὅτι μάλιστα ἐπιστείλας τὸ τῶν πολεμίων στρατόπεδον. ἐκ δὲ πυλίδος Πιγκιανῆς ἱππέας ἑξακοσίους ἐπὶ τῶν βαρβάρων τὰ χαρακώματα ἔστελλεν· οἷς δὴ τρεῖς τῶν αὑτοῦ δορυφόρων ἐπέστησεν, Ἀρτασίρην τε ἄνδρα Πέρσην καὶ Βώχαν Μασσαγέτην γένος καὶ Κουτίλαν Θρᾷκα. καὶ πολλοὶ μὲν αὐτοῖς τῶν ἐναντίων ἀπήντησαν. χρόνον δὲ πολὺν ἡ μάχη ἐν χερσὶν οὐκ ἐγίνετο, ἀλλ’ ἐπιοῦσί τε ὑπεχώρουν ἀλλήλοις καὶ τὰς διώξεις ἑκάτεροι ἀγχιστρόφους ποιούμενοι ἐῴκεισαν βουλομένοις ἐς τοῦτο σφίσι δαπανᾶσθαι τὸν τῆς ἡμέρας χρόνον. προϊόντες μέντοι ὀργῇ ἐς ἀλλήλους εἴχοντο ἤδη· καρτερᾶς τε γεγενημένης τῆς ξυμβολῆς, ἑκατέρων μὲν πολλοὶ καὶ ἄριστοι ἔπεσον, ἀμφοτέροις δὲ ἀπό τε τῆς πόλεως καὶ τῶν χαρακωμάτων ἐπίκουροι ἦλθον.