Ancient Greek · ~7 min
6.2.13 to 6.2.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.2.13-22
Not analysed yet
ὧν δὴ ἀναμιγνυμένων τοῖς μαχομένοις ἔτι μᾶλλον ὁ πόνος ἐπὶ μέγα ᾔρετο. καὶ ἡ κραυγὴ τήν τε πόλιν καὶ τὰ στρατόπεδα περιλαβοῦσα τοὺς μαχομένους ἐξέπλησσε. τέλος δὲ Ῥωμαῖοι ἀρετῇ ὠσάμενοι τοὺς πολεμίους ἐτρέψαντο. Ἐν τούτῳ τῷ ἔργῳ Κουτίλας μέσην τὴν κεφαλὴν ἀκοντίῳ πληγεὶς καὶ ταύτῃ τὸ δοράτιον ἐμπεπηγὸς ἔχων ἐδίωκε. τῆς τε τροπῆς γενομένης ἅμα τοῖς περιοῦσιν ἐς τὴν πόλιν ἀμφὶ ἡλίου δύσιν ἐσήλασε, κραδαινομένου οἱ ἐν τῇ κεφαλῇ τοῦ ἀκοντίου, θέαμα λόγου πολλοῦ ἄξιον. ἐν τούτῳ δὲ καὶ Ἄρζην, τῶν Βελισαρίου ὑπασπιστῶν ἕνα, τῶν τις Γότθων τοξότης μεταξὺ τῆς τε ῥινὸς καὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ βάλλει. καὶ τοῦ μὲν τοξεύματος ἡ ἀκὶς ἄχρι ἐς τὸν αὐχένα ὀπίσω διῆλθεν, οὐ μέντοι διεφάνη, τοῦ δὲ ἀτράκτου τὸ λειπόμενον ἐπῆν τε τῷ προσώπῳ καὶ ἱππευομένου τοῦ ἀνθρώπου ἐσείετο. ὃν δὴ ξὺν τῷ Κουτίλᾳ θεώμενοι ἐν θαύματι μεγάλῳ ἐποιοῦντο Ῥωμαῖοι ὅτι δὴ ἱππεύοντο, οὐδεμίαν ἐπιστροφὴν τοῦ κακοῦ ἔχοντες. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Ἐν δὲ Νέρωνος πεδίῳ τὰ βαρβάρων πράγματα καθυπέρτερα ἦν. οἵ τε ἀμφὶ Βαλεριανὸν καὶ Μαρτῖνον, πλήθει πολλῷ πολεμίων μαχόμενοι, καρτερῶς μὲν ὑφίσταντο, ἔπασχον δὲ τὰ δεινότατα, καὶ κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα. καὶ τότε δὴ Βελισάριος Βώχαν ἐκέλευεν ἐπαγόμενον τοὺς ξὺν αὐτῷ ἀκραιφνέσι σώμασί τε καὶ ἵπποις ἐκ τῆς ξυμβολῆς ἐπανήκοντας ἐς Νέρωνος πεδίον ἰέναι. ἤδη δὲ ἦν τῆς ἡμέρας ὀψέ. καὶ Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων ἐκ τοῦ αἰφνιδίου τροπὴ τῶν βαρβάρων ἐγίνετο, ἐς ἣν ἐπὶ πλεῖστον Βώχας ἐμπεσὼν ἐς κύκλωσιν δυοκαίδεκα πολεμίων δόρατα φερόντων ἀφίκετο. καὶ αὐτὸν ἔπαισαν μὲν ὁμοῦ τοῖς δόρασιν ἅπαντες. τοῦ δὲ θώρακος ὑφισταμένου αἱ μὲν ἄλλαι πληγαὶ οὐ σφόδρα ἐλύπουν, εἷς δὲ τῶν Γότθων ἐξόπισθεν ὑπὲρ μασχάλην τὴν δεξιὰν γυμνοῦ τοῦ σώματος ἄγχιστα τοῦ ὤμου ἐπιτυχὼν ἔπληξε τὸν νεανίαν, οὐ καιρίαν μέντοι, οὐδὲ ἐς θανάτου κίνδυνον ἄγουσαν.