Ancient Greek · ~4 min
6.2.33 to 6.2.38
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.2.33-38
Not analysed yet
ἡμέραις γοῦν ἀπέθανε τρισὶν ὕστερον. διὰ ταῦτα μὲν οὖν Ῥωμαῖοι τὴν νύκτα ὅλην ἐκείνην ἐν πένθει μεγάλῳ ἐγένοντο· Γότθων δὲ θρῆνοί τε πολλοὶ καὶ κωκυτοὶ μεγάλοι ἐκ τῶν χαρακωμάτων ἠκούοντο. καὶ ἐθαύμαζόν γε Ῥωμαῖοι, ἐπεὶ οὐδὲν ἐδόκει πάθος ξυμβῆναι τοῖς πολεμίοις λόγου ἄξιον τῇ προτεραίᾳ, πλήν γε δὴ ὅτι οὐκ ὀλίγοι αὐτῶν ἐν ταῖς ξυμβολαῖς διεφθάρησαν. ὅπερ καὶ πρότερον αὐτοῖς οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ξυνενεχθὲν οὐ λίαν γε αὐτοὺς διὰ τὴν πολυανθρωπίαν ἐτάραξεν. ἐγνώσθη μέντοι τῇ ὑστεραίᾳ ὡς ἄνδρας δοκίμους ἐς τὰ μάλιστα τοῦ ἐν Νέρωνος πεδίῳ στρατοπέδου Γότθοι ἐθρήνουν, οὓς δὴ ὁ Βώχας ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινεν. Ἐγένοντο δὲ καὶ ἄλλαι οὐκ ἀξιόλογοι ξυμβολαί, ἅσπερ μοι ξυγγράψαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. πάσας μέντοι ἑπτὰ καὶ ἑξήκοντα ἐν τῇδε τῇ πολιορκίᾳ ξυνηνέχθη γενέσθαι, καὶ δύο δὴ ἄλλας ὑστάτας, αἵ μοι ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσονται. τότε δὲ ὅ τε χειμὼν ἔληγε καὶ τὸ δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.