Ancient Greek · ~7 min
6.3.1 to 6.3.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.3.1-10
Not analysed yet
Ἤδη δὲ τῆς θερινῆς τροπῆς ἀρξαμένης λιμός τε ὁμοῦ καὶ λοιμὸς τοῖς ἐν τῇ πόλει ἐπέπεσε. καὶ τοῖς στρατιώταις σῖτος μὲν ἔτι ἐλείπετο, ἄλλο δὲ τῶν ἐπιτηδείων οὐδέν, Ῥωμαίους δὲ τοὺς ἄλλους ὅ τε σῖτος ἐπελελοίπει καὶ ὁ λιμὸς ἀκριβῶς ξὺν τῷ λοιμῷ ἐπίεζεν. ὧν δὴ οἱ Γότθοι αἰσθόμενοι μάχῃ μὲν διακινδυνεύειν πρὸς τοὺς πολεμίους οὐκέτι ἤθελον, ἐφύλασσον δὲ ὅπως αὐτοῖς μηδὲν τοῦ λοιποῦ ἐσκομίζοιτο. ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο μεταξὺ Λατίνης τε καὶ Ἀππίας ὁδοῦ, ὑψηλὼ ἐς ἄγαν, κυρτώμασί τε ἐπὶ πλεῖστον ἀνεχομένω. τούτω δὴ τὼ ὀχετὼ ἐν χώρῳ διέχοντι Ῥώμης σταδίοις πεντήκοντα ξυμβάλλετόν τε ἀλλήλοιν καὶ τὴν ἐναντίαν ὁδὸν δι’ ὀλίγου τρέπεσθον. ὁ γὰρ ἔμπροσθεν χώραν λαχὼν τὴν ἐν δεξιᾷ τηνικαῦτα χωρεῖ φερόμενος τὰ εὐώνυμα. πάλιν δὲ ξυνιόντε καὶ χώραν τὴν προτέραν ἀπολαβόντε τὸ λοιπὸν διακέκρισθον, καὶ ἀπ’ αὐτοῦ χῶρον τὸν μεταξὺ ὀχύρωμα ξυμβαίνει τῷ ἐκ τῶν ὀχετῶν περιβάλλεσθαι. τούτων δὲ τὰ κάτω κυρτώματα οἱ βάρβαροι λίθοις τε καὶ πηλῷ φράξαντες φρουρίου σχῆμα πεποίηνται κἀνταῦθα οὐχ ἧσσον ἢ ἐς ἑπτακισχιλίους ἐνστρατοπεδευσάμενοι φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκομίζεσθαι. Τότε δὴ Ῥωμαίους πᾶσα μὲν ἐλπὶς ἀγαθοῦ ἐπελελοίπει, πᾶσα δὲ ἰδέα κακοῦ περιεστήκει. τέως μὲν οὖν ὁ σῖτος ἤκμαζε, τῶν στρατιωτῶν οἱ εὐτολμότατοι ἐναγούσης αὐτοὺς τῆς τῶν χρημάτων ἐπιθυμίας τοῖς ἵπποις τε ὀχούμενοι καὶ ἄλλους ἐφέλκοντες ἐν τοῖς ληΐοις ἐγίνοντο νύκτωρ τῆς πόλεως οὐ μακρὰν ἄποθεν. τέμνοντές τε τοὺς ἀστάχυας καὶ τοῖς ἵπποις οὓς αὐτοὶ ἐφεῖλκον ἐνθέμενοι, ἐς τὴν πόλιν λανθάνοντες τοὺς πολεμίους ἐκόμιζον χρημάτων τε μεγάλων Ῥωμαίων τοῖς εὐδαίμοσιν ἀπεδίδοντο. οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφί τε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρόν, ἀλλ’ ἀνθεῖ τε ἀεὶ καὶ τέθηλεν ἐς πάντα τὸν χρόνον.