Ancient Greek · ~7 min
6.20.1 to 6.20.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.20.1-9
Not analysed yet
Βελισάριος δέ, ἐπεὶ Οὐρβῖνον ἀμφὶ τροπὰς χειμερινὰς εἷλεν, ἐς μὲν Αὔξιμον ἐν τῷ παραυτίκα ἰέναι ἀξύμφορον ᾤετο εἶναι· χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε. βίᾳ τε γὰρ τὸ χωρίον ἑλεῖν ἐρύματος ἰσχύϊ ἀδύνατον ἦν, καὶ οἱ βάρβαροι πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὥσπερ μοι προδεδήλωται, φυλακὴν ἔχοντες, πολλήν τινα ληϊσάμενοι χώραν μέγα τι τῶν ἐπιτηδείων χρῆμα ἐσηνέγκαντο σφίσιν. Ἀράτιον δὲ σὺν πολλῇ στρατιᾷ ἐν Φίρμῳ διαχειμάζειν ἐκέλευε φυλάσσειν τε ὅπως τὸ λοιπὸν μὴ κατ’ ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιουμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται· αὐτὸς μέντοι ἐπὶ Οὐρβιβεντὸν ἐπῆγε τὸ στρατευμα. Περάνιος γὰρ αὐτὸν ἐς τοῦτο ἐνῆγεν, ἐπεὶ τοὺς ταύτῃ Γότθους τῶν ἐπιτηδείων ὑποσπανίζειν ἠκηκόει πρὸς τῶν αὐτομόλων, ἤλπιζέ τε, ἢν πρὸς τῇ ἀπορίᾳ τῶν ἀναγκαίων καὶ Βελισάριον παντί που παρόντα τῷ στρατῷ ἴδωσι, ῥᾷον ἐνδώσειν· ὅπερ ἐγένετο. Βελισάριος γάρ, ἐπειδὴ τάχιστα ἐς Οὐρβιβεντὸν ἀφίκετο, ἅπαντας μὲν ἐνστρατοπεδεύσασθαι ἐν χώρῳ ἐπιτηδείως κειμένῳ ἐκέλευσεν, αὐτὸς δὲ κύκλῳ περιιὼν διεσκοπεῖτο εἴ πως αὐτὴν βιάζεσθαι οὐκ ἀδύνατα ᾖ. καί οἱ μηχανὴ μὲν οὐδεμία ἔδοξεν εἶναι ὥστε βίᾳ τινὶ τὸ χωρίον ἑλεῖν. λάθρα δὲ αὐτοῦ ἐξ ἐπιβουλῆς οὐ παντάπασιν ἐδόκει ἀμήχανός οἱ ἡ ἐπικράτησις ἔσεσθαι. Λόφος γάρ τις ἐκ κοίλης γῆς ἀνέχει μόνος, τὰ μὲν ὕπερθεν ὕπτιός τε καὶ ὁμαλός, τὰ δὲ κάτω κρημνώδης. ἀμφὶ δὲ τὸν λόφον ἰσομήκεις πέτραι κύκλωσιν αὐτοῦ ποιοῦνταί τινα, οὐκ ἄγχιστά πη οὖσαι, ἀλλ’ ὅσον βολὴν διέχουσαι λίθου. ἐπὶ τούτου δὴ τοῦ λόφου οἱ πάλαι ἄνθρωποι τὴν πόλιν ἐδείμαντο, οὔτε τείχη περιβαλόντες οὔτ’ ἄλλο τι ὀχύρωμα ποιησάμενοι, ἐπεὶ φύσει αὐτοῖς τὸ χωρίον ἀνάλωτον ἔδοξεν εἶναι. μία γὰρ ἐς αὐτὴν ἐκ τῶν πετρῶν εἴσοδος τυγχάνει οὖσα, ἣν φυλασσομένοις τοῖς ταύτῃ ᾠκημένοις οὐδεμίαν ἑτέρωθι πολεμίων προσβολὴν δεδιέναι ξυμβαίνει.