Ancient Greek · ~7 min
6.20.10 to 6.20.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.20.10-19
Not analysed yet
χωρὶς γὰρ τοῦ χωρίου ᾗ τὴν εἴσοδον ἡ φύσις ἐς τὴν πόλιν ἐτεκτήνατο, ὥσπερ ἐρρήθη, ποταμὸς ἀεὶ μέγας τε καὶ ἀπόρευτος τὰ μεταξὺ ἔχει τοῦ τε λόφου καὶ τῶν πετρῶν ὧν ἄρτι ἐμνήσθην. διὸ δὴ καὶ βραχεῖάν τινα οἰκοδομίαν ἐν ταύτῃ τῇ εἰσόδῳ πεποίηνται τὸ παλαιὸν Ῥωμαῖοι. καὶ πύλη τις ἐνταῦθά ἐστιν, ἣν τότε Γότθοι ἐφύλασσον. τὰ μὲν οὖν ἀμφὶ Οὐρβιβεντῷ ταύτῃ πη ἔχει. Βελισάριος δὲ τῷ παντὶ στρατῷ ἐς τὴν πολιορκίαν καθίστατο, ἢ διὰ τοῦ ποταμοῦ κακουργήσειν τὴν ἐλπίδα ἔχων ἢ λιμῷ παραστήσεσθαι τοὺς πολεμίους. οἱ δὲ βάρβαροι τέως μὲν οὐ παντάπασι τῶν ἀναγκαίων ἐσπάνιζον, καίπερ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν αὐτὰ ἔχοντες, ὅμως τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον, ἥκιστα μὲν ἐς τροφῆς κόρον ἐρχόμενοι, ὅσον δὲ μὴ λιμῷ ἀποθνήσκειν χρώμενοι σιτίοις ἐς ἡμέραν ἑκάστην. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει, δέρρεις τε καὶ διφθέρας ὕδατι βρέχοντες πολύν τινα χρόνον εἶτα ἤσθιον· Ἀλβίλας γὰρ ὃς αὐτῶν ἦρχεν, ἀνὴρ ἐν Γότθοις δόκιμος μάλιστα, ἐλπίσιν αὐτοὺς κεναῖς ἔβοσκεν. Ἡνίκα τε αὖθις ἐπανιὼν ὁ χρόνος τὴν τοῦ θέρους ὥραν ἤνεγκεν, ὁ σῖτος ἤδη ἐν τοῖς ληΐοις αὐτόματος ἤκμαζεν, οὐχὶ τοσοῦτος μέντοι ὅσος τὸ πρότερον, ἀλλὰ πολλῷ ἥσσων. ἐπεὶ γὰρ ἐν ταῖς αὔλαξιν οὐκ ἀρότροις οὐδὲ χερσὶν ἀνθρώπων ἐκέκρυπτο, ἀλλ’ ἐπιπολῆς κείμενος ἔτυχε, μοῖραν αὐτοῦ τινα ὀλίγην ἡ γῆ ἐνεργεῖν ἴσχυεν. οὐδενός τε αὐτὸν ἔτι ἀμήσαντος, πόρρω ἀκμῆς ἐλθὼν αὖθις ἔπεσε καὶ οὐδὲν τὸ λοιπὸν ἐνθένδε ἐφύη. ταὐτὸ δὲ τοῦτο καὶ ἐν τῇ Αἰμιλίᾳ ξυμπεπτωκὸς ἔτυχε. διὸ ἐκλιπόντες τὰ οἰκεῖα οἱ ταύτῃ ἄνθρωποι ἐς Πικηνὸν ἦλθον. οὐκ ἂν οἰόμενοι τὰ ἐκείνῃ χωρία διὰ τὸ ἐπιθαλάττια εἶναι παντάπασι τῇ ἀπορίᾳ πιέζεσθαι. καὶ Τούσκων δὲ οὐδέν τι ἧσσον ἐξ αἰτίας τῆς αὐτῆς ὁ λιμὸς ἥψατο, ἀλλ’ αὐτῶν ὅσοι ἐν τοῖς ὄρεσιν ᾤκηντο, τῶν δρυῶν τὰς βαλάνους ἀλοῦντες, ὥσπερ τὸν σῖτον, ἄρτους τε ἀπ’ αὐτῶν ποιούμενοι ἤσθιον.