Ancient Greek · ~2 min
Book 6, Chapter 21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.21.13
Not analysed yet
μετὰ δὲ Μαρτῖνος ἀπολύεσθαι τὴν αἰτίαν ἐθέλων Βελισαρίῳ ἔγραψε τάδε· “Ἔπεμψας ἡμᾶς ὧδε τοῖς ἐν Μεδιολάνῳ κινδυνεύουσιν ἐπαμυνοῦντας, καὶ ἡμεῖς πολλῇ σπουδῇ, ὥσπερ σὺ ἐκέλευες, ἄχρι ἐς Πάδον ποταμὸν ἥκομεν, ὃν διαβαίνειν ὁ στρατὸς δέδοικεν, ἐπεὶ δύναμίν τε Γότθων μεγάλην καὶ Βουργουζιώνων πάμπολύ τι ξὺν αὐτοῖς πλῆθος ἐν Λιγούροις εἶναι ἀκούομεν, πρὸς οὕς γε ἡμεῖς διαμάχεσθαι μόνοι οὐχ οἷοί τε οἰόμεθα εἶναι.