Ancient Greek · ~5 min
6.21.7 to 6.21.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.21.7-12
Not analysed yet
ἡλίκα μὲν οὖν ἠδίκηται βασιλεὺς παρ’ ὑμῶν ἐν τῷ παρόντι, λέγειν ἀφίημι. οὐ γάρ μοι πλείοσι λόγοις ὁ καιρὸς ἐνδίδωσι χρῆσθαι, ὀξεῖάν τινα τῇ πόλει τὴν ἐπικουρίαν ἐπιζητῶν, ἕως ἔτι λείπεταί τις ἐλπίς. ὑμᾶς δέ φημι χρῆναι αὐτίκα δὴ μάλα κινδυνεύουσι Μεδιολανίταις ἀμύνειν. ἢν γάρ τινι μελλήσει ἔν γε τῷ παρόντι ἐς ἡμᾶς χρῆσθε, ἡμῖν μὲν τὰ πάντων πικρότατα πεπονθόσιν ἀπολωλέναι ξυμβήσεται, ὑμῖν δὲ τὸ τοῖς πολεμίοις τὴν βασιλέως προέσθαι δύναμιν. προδόται γάρ, οἶμαι, καλεῖσθαί εἰσι δίκαιοι οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις ἀνακλίνοιεν μόνον, ἀλλ’ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγωνίας ἑλόμενοι, τὴν ἐκείνων, ὡς τὸ εἰκός, ἐπικράτησιν τοῖς πολεμίοις δεδώκασι.” Παῦλος μὲν τοσαῦτα εἶπε, Μαρτῖνος δὲ καὶ Οὐλίαρις ἕψεσθαί οἱ αὐτίκα δὴ μάλα ἐπαγγειλάμενοι τὸν ἄνθρωπον ἀπεπέμψαντο. ὃς δὴ καὶ αὖθις τοὺς βαρβάρους λαθὼν ἐς Μεδιόλανον νύκτωρ εἰσῆλθε, τούς τε στρατιώτας καὶ Ῥωμαίους ἅπαντας ἐλπίσιν ἐπάρας ἔτι μᾶλλον ἐς τὴν βασιλέως πίστιν ἐπέρρωσεν. Οὐδέν τι δὲ ἧσσον οἱ ἀμφὶ Μαρτῖνον ὄκνῳ ἐχόμενοι αὐτοῦ ἔμενον, χρόνος τε πολὺς ταύτῃ δὴ τῇ μελλησει ἐτρίβετο.