Ancient Greek · ~2 min
Book 6, Chapter 21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.21.6
Not analysed yet
Μεδιόλανος γὰρ ἥδε, πόλεων τῶν ἐν Ἰταλίᾳ πασῶν μάλιστα μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ παρὰ πολὺ προὔχουσα, χωρὶς δὲ τούτων πρός τε Γερμανοὺς καὶ τοὺς ἄλλους βαρβάρους ἐπιτείχισμά τε οὖσα καὶ πάσης, ὡς εἰπεῖν, προβεβλημένη τῆς Ῥωμαίων ἀρχῆς, ἐς κίνδυνόν τινα ἐμπέπτωκε μέγαν ξύν τε Μουνδίλᾳ καὶ τῷ βασιλέως στρατῷ, παρὰ μὲν τῶν πολεμίων ἐνοχλουμένη, παρὰ δὲ ὑμῶν ἀμελουμένη.