Ancient Greek · ~4 min
6.22 to 6.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.22-26
Not analysed yet
Προϊόντος δὲ τοῦ κακοῦ καὶ τῆς ἀπωλείας Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς ἐτόλμησε παρὰ τὸν στρατηγὸν Δημήτριον ἰέναι μόνος. ἐκ δὲ τοῦ παραδόξου σωθείς τε καὶ ξυγγενόμενος τῷ Δημητρίῳ ἐθάρσυνέ τε μάλιστα καὶ ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐνῆγε. Τουτίλας δὲ τὸν πάντα λόγον ἀμφὶ τῷ στόλῳ τούτῳ ἀκούσας δρόμωνας μὲν πολλοὺς ἄριστα πλέοντας ἐν παρασκευῇ εἶχεν, ἐπειδὴ δὲ κατῆραν ἐς τὴν ἐκείνῃ ἀκτὴν οἱ πολέμιοι Νεαπόλεως οὐ μακρὰν ἄποθεν, ἐλθὼν ἐκ τοῦ ἀπροσδοκήτου κατέπληξέ τε καὶ ἐς φυγὴν ἅπαντας ἔτρεψε. καὶ αὐτῶν πολλοὺς μὲν ἔκτεινεν, ἐζώγρησε δὲ πλείστους, διέφυγον δὲ ὅσοι ἐς τῶν νεῶν τοὺς λέμβους ἐσπηδῆσαι κατ’ ἀρχὰς ἴσχυσαν, ἐν τοῖς καὶ Δημήτριος ὁ στρατηγὸς ἦν. τὰς γὰρ ναῦς ἁπάσας σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀνδράσιν, οἱ βάρβαροι εἷλον. οὗ δὴ καὶ Δημήτριον τὸν Νεαπόλεως ἐπίτροπον εὗρον. γλῶσσάν τε καὶ χεῖρας ἄμφω ἀποτεμόντες οὐκ ἔκτειναν μέν, οὕτω δὲ λωβησάμενοι ὅπη βούλοιτο ἀφῆκαν ἰέναι. ταύτην τε Τουτίλᾳ τὴν δίκην Δημήτριος γλώσσης ἀκολάστου ἐξέτισεν.