Ancient Greek · ~2 min
6.22.22 to 6.22.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.22.22-25
Not analysed yet
τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις ʽἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον’ αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παρ’ αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ. τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν. οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν παρασχόμενος. καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.