Ancient Greek · ~6 min
6.23.1 to 6.23.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.23.1-9
Not analysed yet
Βελισάριος δὲ Αὔξιμόν τε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτω τε ἐπί τε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος. Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου οὗ Δημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον στρατοπεδευσάμενοι ἐπολιόρκουν. Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ Πάδον ποταμὸν ἔστελλεν. οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐας τε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοί τε ὦσιν, ὄπισθεν αὐτοὺς λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι. καὶ οἱ μὲν πόλιν Δορθῶνα πρὸς τῷ ποταμῷ ἀτείχιστον οὖσαν καταλαβόντες, αὐτοῦ τε ἐνστρατοπεδευσάμενοι ἔμενον, αὐτὸς δὲ ἐς Αὔξιμον πόλιν χιλίους τε καὶ μυρίους ἔχων ἀφίκετο. Αὔξιμος δὲ αὕτη πρώτη μὲν τῶν ἐν Πικηνοῖς πόλεών ἐστιν, ἣν δὴ μητρόπολιν καλεῖν νενομίκασι Ῥωμαῖοι. ἀπέχει δὲ ἀκτῆς μὲν κόλπου τοῦ Ἰονίου σταδίους τέσσαράς τε καὶ ὀγδοήκοντα μάλιστα, Ῥαβέννης δὲ πόλεως ὁδὸν τριῶν ἡμερῶν καὶ σταδίους ὀγδοήκοντα. κεῖται δὲ ἐπὶ λόφου τινὸς ὑψηλοῦ, εἴσοδον ἐν τῷ ὁμαλεῖ οὐδαμῆ ἔχουσα, καὶ ἀπ’ αὐτοῦ ἀπρόσοδος τοῖς πολεμίοις παντάπασιν οὖσα. ἐνταῦθα Γότθων εἴ τι δόκιμον ἦν, Οὐίττιγις ἐς τὴν φρουρὰν κατεστήσατο, τεκμαιρόμενος ὅτι Ῥωμαῖοι, εἰ μὴ ταύτην ἐξέλωσι πρότερον, ἐπὶ Ῥάβενναν οὔποτε στρατεύειν τολμήσωσιν. Ἐπειδὴ δὲ ὁ Ῥωμαίων στρατὸς ἐς Αὔξιμον ἦλθεν, ἐκέλευε Βελισάριος παρὰ τοῦ λόφου τὰ ἔσχατα πάντας στρατοπεδεύεσθαι κύκλῳ.