Ancient Greek · ~2 min
Book 6, Chapter 23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.23.10
Not analysed yet
καὶ οἱ μὲν κατὰ συμμορίας γενόμενοι καλύβας ἄλλος ἄλλῃ τοῦ χωρίου ἐπήγνυντο, κατιδόντες δὲ αὐτοὺς οἱ Γότθοι μακράν που ἀπολελειμμένους ἀλλήλων καὶ σφίσιν αὐτοῖς ἐπιβοηθεῖν ἅτε ἐν μεγάλῳ πεδίῳ οὐκ εὐπετῶς ἔχοντας, ἐκ τοῦ αἰφνιδίου ἀμφὶ δείλην ὀψίαν χωροῦσιν ἐπὶ τοὺς πολεμίους, ἐς τὰ πρὸς ἕω τῆς πόλεως, ᾗ Βελισάριος στρατόπεδον ἔτι ποιούμενος ξύν τε δορυφόροις καὶ ὑπασπισταῖς τοῖς αὐτοῦ ἔτυχεν.