Ancient Greek · ~7 min
6.23.19 to 6.23.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.23.19-25
Not analysed yet
οἱ δὲ βάρβαροι ἀρετῇ τῶν πολεμίων ἡσσώμενοι ἐπενόουν τάδε. τῶν ἁμαξῶν τοὺς τροχοὺς ξὺν μόνοις τοῖς ἄξοσιν ἀφελόμενοι ἐν παρασκευῇ εἶχον, τέμνειν τε τὴν πόαν ἀρξάμενοι, ἐπειδὴ ἀνιόντας ἤδη ἐς τοῦ λόφου τὰ μέσα τοὺς Ῥωμαίους εἶδον, τοὺς τροχοὺς ἀφῆκαν κατὰ κορυφὴν ἐπ’ αὐτοὺς φέρεσθαι. τύχῃ δέ τινι τούτους ξυνέπεσε τοὺς τροχοὺς ἄχρι ἐς τὸ ὁμαλὲς ἀνθρώπου οὐδενὸς ἁψαμένους ἐλθεῖν. ταύτης τε τῆς πείρας ἀποτυχόντες οἱ βάρβαροι, τότε μὲν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, ἔπειτα δὲ ἐποίουν τάδε. τὰς φάραγγας, αἳ τοῦ περιβόλου εἰσὶν ἄγχιστα, ἐνέδραις τῶν ἐν σφίσι δοκίμων ἀνδρῶν προλοχίσαντες ὀλίγοι τοῖς πολεμίοις ἀμφὶ τὴν πόαν ἐφαίνοντο, ἡνίκα τε ἡ μάχη ἐν χερσὶ γένοιτο, ἐκπηδῶντες ἐκ τῶν ἐνεδρῶν οἱ κρυπτόμενοι, πλήθει τε τοὺς ἐναντίους παρὰ πολὺ ὑπεραίροντες καὶ αὐτοὺς τῷ μὴ προαισθέσθαι ἐκπλήσσοντες πλείστους μὲν ἔκτεινον, τοὺς δὲ λοιποὺς ἀεὶ ἐς φυγὴν ἔτρεπον. Ῥωμαίων δὲ ὅσοι ἐν τοῖς στρατοπέδοις εἱστήκεσαν ἔβλεπον μὲν ἐκ τῶν ἐνεδρῶν ὑπεξανισταμένους τοὺς πολεμίους, κραυγῇ δὲ πολλῇ τοὺς ἑταίρους ἀνακαλοῦντες οὐδὲν ἤνυον, ἐπεὶ οἱ μαχόμενοι τῆς ἐκείνων βοῆς ἥκιστα ἤκουον, μήκει τε τοῦ λόφου ἐπὶ πλεῖστον αὐτῶν διειργόμενοι καὶ τῶν βαρβάρων ἀεὶ ἐξεπίτηδες σφίσιν ἀντιπαταγούντων τοῖς ὅπλοις. Βελισαρίῳ δὲ τοῖς παροῦσιν ἀπορουμένῳ Προκόπιος, ὃς τάδε ξυνέγραψε, προσελθὼν εἶπεν· “Οἱ ταῖς σάλπιγξιν, ὦ στρατηγέ, τὸ παλαιὸν ἐν τῷ Ῥωμαίων στρατῷ χρώμενοι νόμους τινὰς ἠπίσταντο δύο, ὧν ἅτερος μὲν ἐγκελευομένῳ τε ἐπὶ πλεῖστον ἐῴκει καὶ τοὺς στρατιώτας ἐς μάχην ὁρμῶντι, ὁ δὲ ἄλλος ἐπὶ τὸ στρατόπεδον ἀνεκάλει τοὺς μαχομένους, ἡνίκα ταῦτα ἐδόκει τῷ στρατηγῷ ὡς ἄριστα ἔχειν. ταύτῃ τε ἀεὶ οἱ μὲν στρατηγοὶ τὰ καθήκοντα τοῖς στρατιώταις ἐκέλευον, ἐκεῖνοι δὲ τὰ παραγγελλόμενα ἔργα ἐπιτελεῖν ἴσχυον. κραυγὴ γὰρ ἐν ταῖς ξυμβολαῖς σημῆναί τι σαφὲς οὐδαμῶς πέφυκε, πατάγου τε, ὡς τὸ εἰκός, πανταχόσε ἀντικτυποῦντος καὶ τοῦ δέους ἐκπλήσσοντος τὰς τῶν μαχομένων αἰσθήσεις.