Ancient Greek · ~7 min
6.23.26 to 6.23.37
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.23.26-37
Not analysed yet
ἐπεὶ δὲ τανῦν ἀμαθίᾳ τε ἡ τοιαύτη τέχνη ἐξώλισθε καὶ μιᾷ σάλπιγγι ἄμφω δηλῶσαι ἀμήχανον, αὐτὸς οὕτω τὸ λοιπὸν ποίει. σάλπιγξι μὲν ταῖς ἱππικαῖς ἐγκελεύου τοῖς στρατιώταις διαμάχεσθαι τοῖς πολεμίοις, ταῖς δὲ πεζικαῖς ἐπὶ τὴν ἀναχώρησιν ἀνακάλει τοὺς ἄνδρας. ἑκατέρου γὰρ αὐτοὺς τοῦ ἤχου μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον, ἐπεὶ ὁ μὲν ἐκ βύρσης τε καὶ ξύλου ὑπεράγαν λεπτοῦ, ὁ δὲ ἐκ παχέος τινὸς χαλκοῦ πρόεισι.” Προκόπιος μὲν τοσαῦτα εἶπε. Βελισάριος δὲ ἥσθη τε τῇ ὑποθήκῃ καὶ ἅπαν ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε· “Προθυμίαν ἐς τόδε ξυμφέρειν τε οἶμαι καὶ πολλοῦ ἐπαίνου ἀξίαν εἶναι, μέχρις ἂν μετρία τις οὖσα οὐδὲν τοῖς ἔχουσι προσποιῆται βλάβος. τῷ γὰρ ὑπερβάλλοντι τὰ ἀγαθὰ πάντα πρὸς τὸ χεῖρον ἀεὶ τρέπεσθαι εἴωθεν. ὑμεῖς οὖν μὴ τῷ φιλονείκῳ τὸ λοιπὸν σφάλλεσθε· φεύγειν γὰρ δή που τὸν κακουργοῦντα οὐδεμία αἰσχύνη. ἀλλ’ ὁ μὲν ἐς κακὸν προὖπτον ἀνεπισκέπτως ἰὼν καὶ σωθεὶς ἐνθένδε, ἂν οὕτω τύχῃ, ἄνοιαν ὀφλισκάνει· γενναῖος δὲ ὃς ἂν ἐν τοῖς ἀναγκαίοις ἀνδραγαθίζηται. οἱ μὲν οὖν βάρβαροι, ἐπεὶ ἐκ τοῦ εὐθέος ἡμῖν οὐχ οἷοί τέ εἰσι διαμάχεσθαι, προλοχίζοντες διαφθείρειν ἡμᾶς ἐγχειροῦσιν. ἡμῖν δὲ τοῦ διαφυγεῖν τὴν αὐτῶν ἐνέδραν τὸ τὸν κίνδυνον ὑποστῆναι μεμπτότερον. τοῦ γὰρ ἐνδιδόναι ταῖς τῶν ἐχθρῶι γνώμαις οὐδὲν αἴσχιον. ἐμοὶ μὲν οὖν ὅπως μὴ προσπεσεῖσθε ταῖς τῶν πολεμίων ἐνέδραις μελήσει. ἔργον δ’ ἂν ὑμέτερον εἴη, ἐπειδὰν σημήνω, ἐς τὴν ἀναχώρησιν κατὰ τάχος ἰέναι. αὕτη δὲ ὑμῖν ἡ δήλωσις ἐκ σάλπιγγος, ὦ στρατιῶται, τῆς πεζικῆς ἔσται.” Βελισάριος μὲν τοσαῦτα εἶπεν. οἱ δὲ στρατιῶται ἀμφὶ τὴν πόαν κατιδόντες τοὺς πολεμίους, δρόμῳ ἐπ’ αὐτοὺς ᾔεσαν, τινάς τε αὐτῶν ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινον. ἐν οἷς ἕνα χρυσοφοροῦντα τῶν τις Μαυρουσίων ἰδὼν λαβόμενός τε τῶν ἐν τῇ κεφαλῇ τριχῶν, ὅπως ἀποδύοι, τὸν νεκρὸν ἐφεῖλκε. Γότθος δέ τις αὐτὸν ἀκοντίῳ βαλὼν μυώνων τε, οἳ ὄπισθέν εἰσι τῶν κνημῶν, ἑκατέρων ἐπιτυχών, ἐνέρσει τοῦ ἀκοντίου ἄμφω τὼ πόδε ξυνέδησεν.