Ancient Greek · ~4 min
6.24.19 to 6.24.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.24.19-24
Not analysed yet
ὥστε μηδένα πη ἐνθένδε ἰέναι. οἱ μὲν οὖν βάρβαροι τῶν τε ἀναγκαίων σπανίζοντες καὶ τοῖς παροῦσιν ἀπορούμενοι, λαθόντες τοὺς πολεμίους παρὰ τὸν Οὐίττιγιν ἔπεμπον, βοηθεῖν σφίσιν αὐτοῖς κατὰ τάχος δεόμενοι, ὡς οὐκέτι πλείω τινὰ ἀνθέξουσι χρόνον. Οὐίττιγις δὲ Οὐραΐαν ἐκέλευε ξὺν τῷ ἐν Λιγούροις στρατῷ ἐς Τικινοὺς ἰέναι· οὕτω γὰρ καὶ αὐτὸς ἰσχυρίζετο πάσῃ τῇ Γότθων δυνάμει τοῖς πολιορκουμένοις παρέσεσθαι. ὁ δὲ κατὰ ταῦτα ἐποίει καὶ ἅπαν κινήσας τὸ ξὺν αὐτῷ στράτευμα ἐς Τικινοὺς ᾔει· Πάδον τε ποταμὸν διαβάντες ἐγγύς που τοῦ τῶν Ῥωμαίων στρατοπέδου ἦλθον. οὗ δὴ καὶ αὐτοὶ στρατοπεδευσάμενοι ἀντεκάθηντο τοῖς πολεμίοις, ἀπέχοντες αὐτῶν μάλιστα ὅσον σταδίους ἑξήκοντα. χειρῶν δὲ οὐδέτεροι ἦρχον. τοῖς τε γὰρ Ῥωμαίοις ἔδοξεν ἀποχρῆν, εἰ τοῖς ἐναντίοις ἐμποδὼν στήσονται, ὥστε μὴ ἐπὶ τοὺς πολιορκοῦντας πορεύεσθαι, καὶ οἱ βάρβαροι ἐνταῦθα ὤκνουν διαμάχεσθαι τοῖς πολεμίοις, λογιζόμενοι ὡς, ἢν ἐν ταύτῃ τῇ ξυμβολῇ ἀτυχήσωσιν, ἅπαντα Γότθων διαφθεροῦσι τὰ πράγματα. οὐ γὰρ ἔτι τοῖς ἀμφὶ τὸν Οὐίττιγιν ἐπιμιγνύμενοι ἀμύνειν τοῖς πολιορκουμένοις ξὺν αὐτῷ ἕξουσι. τοιαύτῃ μὲν γνώμῃ ἑκάτεροι ἡσυχίαν ἦγον.