Ancient Greek · ~7 min
6.25.1 to 6.25.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.25.1-8
Not analysed yet
Ἐν τούτῳ δὲ Φράγγοι κεκακῶσθαι τῷ πολέμῳ Γότθους τε καὶ Ῥωμαίους ἀκούσαντες καὶ δι’ αὐτὸ ῥᾷστα ἂν οἰόμενοι Ἰταλίας τὰ πολλὰ σφίσιν αὐτοῖς προσποιήσασθαι, δεινὰ ἐποιοῦντο, εἰ πόλεμον μὲν ἕτεροι ἐς τοσόνδε χρόνου διαφέρουσι μῆκος περὶ χώρας ἀρχῇ οὕτω δὴ αὐτοῖς ἐν γειτόνων οὔσης, αὐτοὶ δὲ ἡσυχῆ μένοντες ἀμφοτέροις ἐκποδὼν στήσονται. ὅρκων τοίνυν ἐν τῷ παραυτίκα καὶ ξυνθηκῶν ἐπιλελησμένοι, αἵπερ αὐτοῖς ὀλίγῳ πρότερον πρός τε Ῥωμαίους καὶ Γότθους ἐπεποίηντο ʽἔστι γὰρ τὸ ἔθνος τοῦτο τὰ ἐς πίστιν σφαλερώτατον ἀνθρώπων ἁπάντων’ ἐς μυριάδας δέκα εὐθὺς ξυλλεγέντες, ἡγουμένου σφίσι Θευδιβέρτου, ἐς Ἰταλίαν ἐστράτευσαν, ἱππέας μὲν ὀλίγους τινὰς ἀμφὶ τὸν ἡγούμενον ἔχοντες, οἳ δὴ καὶ μόνοι δόρατα ἔφερον, οἱ λοιποὶ δὲ πεζοὶ ἅπαντες οὔτε τόξα οὔτε δόρατα ἔχοντες, ἀλλὰ ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ πέλεκυν ἕνα. οὗ δὴ ὁ μὲν σίδηρος ἁδρός τε καὶ ὀξὺς ἑκατέρωθι ἐς τὰ μάλιστα ἦν, ἡ λαβὴ δὲ τοῦ ξύλου βραχεῖα ἐς ἄγαν. τοῦτον δὴ τὸν πέλεκυν ῥίπτοντες ἀεὶ ἐκ σημείου ἑνὸς εἰώθασιν ἐν τῇ πρώτῃ ὁρμῇ τάς τε ἀσπίδας διαρρηγνύναι τῶν πολεμίων καὶ αὐτοὺς κτείνειν. Οὕτω μὲν Φράγγοι τὰς Ἄλπεις ἀμείψαντες αἳ Γάλλους τε καὶ Ἰταλοὺς διορίζουσιν, ἐν Λιγούροις ἐγένοντο. Γότθοι δὲ αὐτῶν πρότερον τῇ ἀγνωμοσύνῃ ἀχθόμενοι, ὅτι δὴ χώραν τε πολλὴν καὶ χρήματα ὑποσχομένοις μεγάλα πολλάκις ὑπὲρ ξυμμαχίας προέσθαι τρόπῳ οὐδενὶ τὴν ὑπόσχεσιν ἐπιτελῆ ποιήσασθαι ἤθελον, ἐπειδὴ Θευδίβερτον παρεῖναι στρατῷ πολλῷ ἤκουσαν, ἔχαιρον ταῖς ἐλπίσιν ἐς τὰ μάλιστα ἐπαιρόμενοι καὶ τῶν πολεμίων ἀμαχητὶ περιέσεσθαι τὸ λοιπὸν ᾤοντο. οἱ δὲ Γερμανοί, τέως μὲν ἐν Λιγούροις ἦσαν, οὐδὲν ἐς Γότθους ἄχαρι ἔπρασσον, ὅπως σφίσι μηδεμία κωλύμη ἐς τοῦ Πάδου τὴν διάβασιν πρὸς αὐτῶν γένηται. ὡς δὲ ἵκοντο ἐς Τικινῶν πόλιν, ἵνα δὴ γέφυραν ἐς τὸν ποταμὸν τοῦτον ἐτεκτήναντο οἱ πάλαι Ῥωμαῖοι, τά τε ἄλλα ὑπούργουν οἱ ταῦτα φυλάσσοντες καὶ τὸν Πάδον κατ’ ἐξουσίαν διαβαίνειν εἴων.