Ancient Greek · ~7 min
6.25.9 to 6.25.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.25.9-17
Not analysed yet
ἐπιλαβόμενοι δὲ τῆς γεφύρας οἱ Φράγγοι παῖδάς τε καὶ γυναῖκας τῶν Γότθων οὕσπερ ἐνταῦθα εὗρον ἱέρευόν τε καὶ αὐτῶν τὰ σώματα ἐς τὸν ποταμὸν ἀκροθίνια τοῦ πολέμου ἐρρίπτουν. οἱ γὰρ βάρβαροι οὗτοι, Χριστιανοὶ γεγονότες, τὰ πολλὰ τῆς παλαιᾶς δόξης φυλάσσουσι, θυσίαις τε χρώμενοι ἀνθρώπων καὶ ἄλλα οὐχ ὅσια ἱερεύοντες, ταύτῃ τε τὰς μαντείας ποιούμενοι. κατιδόντες δὲ Γότθοι τὰ ποιούμενα ἔς τε ἄμαχόν τι δέος κατέστησαν καὶ φυγῇ ἐχόμενοι ἐντὸς τοῦ περιβόλου ἐγένοντο. Οἱ μὲν οὖν Γερμανοὶ Πάδον ποταμὸν διαβάντες ἐς τὸ Γότθων στρατόπεδον ἦλθον, οἱ δὲ Γότθοι κατ’ ἀρχὰς μὲν ἄσμενοι ἐθεῶντο κατ’ ὀλίγους αὐτοὺς ἐπὶ σφᾶς προσιόντας, ἐπὶ ξυμμαχίᾳ τῇ σφετέρᾳ τοὺς ἄνδρας ἥκειν οἰόμενοι. ἐπεὶ δὲ ὅμιλος Γερμανῶν πολὺς ἐπιρρεύσας ἔργου τε εἴχοντο καὶ τοὺς πελέκυς ἐσακοντίζοντες συχνοὺς ἤδη ἐσίνοντο, στρέψαντες τὰ νῶτα ἐς φυγὴν ὥρμηντο, καὶ διὰ τοῦ Ῥωμαίων στρατοπέδου ἰόντες τὴν ἐπὶ Ῥάβενναν ἔθεον. φεύγοντάς τε αὐτοὺς ἰδόντες Ῥωμαῖοι Βελισάριον ἐπιβεβοηθηκότα σφίσιν ᾤοντο ἑλεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ἐνθένδε τε αὐτοὺς ἐξελάσαι μάχῃ νικήσαντα. ᾧ δὴ ξυμμῖξαι βουλόμενοι ἄραντες τὰ ὅπλα κατὰ τάχος ᾔεσαν. ἐντυχόντες δὲ παρὰ δόξαν πολεμίων στρατῷ οὔτι ἐθελούσιοι ἐς χεῖρας ἦλθον, παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐς μὲν τὸ στρατόπεδον ἀναστρέφειν οὐκέτι εἶχον, ἐπὶ Τουσκίαν δὲ ἅπαντες ἔφευγον. ἔν τε τῷ ἀσφαλεῖ ἤδη γενόμενοι ἅπαντα ἐς Βελισάριον τὰ ξυμπεσόντα σφίσιν ἀνήνεγκαν. Φράγγοι δὲ ἀμφοτέρους, ὥσπερ ἐρρήθη, νενικηκότες, τά τε στρατόπεδα ἑκάτερα ἑλόντες παντάπασιν ἀνδρῶν ἔρημα, ἐν μὲν τῷ παραυτίκα τὰ ἐπιτήδεια ἐνταῦθα εὗρον, δι’ ὀλίγου δὲ ἅπαντα διὰ πολυανθρωπίαν δαπανήσαντες, ἄλλο τι οὐδὲν ἐν χώρᾳ ἐρήμῳ ἀνθρώπων ὅτι μὴ βόας τε καὶ τοῦ Πάδου τὸ ὕδωρ προσφέρεσθαι εἶχον. ταῦτα τὰ κρέα τῇ τοῦ ὕδατος περιουσίᾳ καταπέψαι οὐχ οἷοί τε ὄντες γαστρός τε ῥύσει καὶ δυσεντερίας νόσῳ οἱ πλεῖστοι ἡλίσκοντο, ὧν δὴ ἀπαλλάσσεσθαι ἀπορίᾳ τῶν ἐπιτηδείων ὡς ἥκιστα ἴσχυον.