Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 6
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.26-2
Not analysed yet
ἐπιθήσων ὅσα ἂν ἐν ἡμῖν ξυγκείμενα ᾖ.” ταῦτα βασιλεὺς γράψας Ἀθανάσιόν τε τὸν Ἀλεξάνδρου ἀδελφόν, ὃς πρώην ἐς Ἀταλάριχον, ὥσπερ ἐρρήθη, ἐπρέσβευσε, καὶ Πέτρον αὖθις τὸν ῥήτορα ἔπεμψεν, οὗ πρόσθεν ἐμνήσθην, ἐντειλάμενος τὰ μὲν χωρία τῆς βασιλέως οἰκίας, ἣν πατριμώνιον καλοῦσι, Θευδάτῳ νεῖμαι, γράμματα δὲ καὶ ὅρκους ὀχύρωμα ταῖς ξυνθήκαις ποιησαμένους οὕτω δὴ ἐκ Σικελίας Βελισάριον μεταπέμψασθαι, ἐφ’ ᾧ τά τε βασίλεια καὶ Ἰταλίαν παραλαβὼν ξύμπασαν ἐν φυλακῇ ἔχοι.