Ancient Greek · ~2 min
Book 6, Chapter 26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.26.15
Not analysed yet
καίπερ τῷ λιμῷ πιεζομένους, ἐπέρρωσε. διὸ δὴ προσχωρεῖν Βελισαρίῳ πολλὰ τιθασσεύοντι οὐδαμῆ ἤθελον. αὖθις δὲ ʽοὐδὲ γὰρ σφίσι στράτευμα ἐκ Ῥαβέννης ἐξεληλυθὸς ἠγγέλλετο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ὑπερφυῶς ἤδη ἤχθοντὀ Βουρκέντιον πάλιν πέμπουσι, τοῦτο ἐν γράμμασι δηλώσαντες μόνον, ὡς πέντε ἡμερῶν οὐκέτι τὸ λοιπὸν οἷοί τέ εἰσι τῷ λιμῷ μάχεσθαι. ὁ δὲ αὐτοῖς ἐπανῆκεν αὖθις, Οὐιττίγιδος ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν.