Ancient Greek · ~2 min
Book 6, Chapter 26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.26.14
Not analysed yet
τῆς σφῶν αὐτῶν σωτηρίας προβέβληνται.” τοσαῦτα γράψας Οὐίττιγις καὶ χρήμασι πολλοῖς τὸν ἄνθρωπον δωρησάμενος ἀπεπέμψατο. ὃς δὴ ἐς Αὔξιμον ἀφικόμενος, παρά τε τοὺς ἑταίρους τοὺς αὐτοῦ ἦλθε καὶ ἀρρώστημα ὅ τι δή οἱ ξυμβεβηκέναι σκηψάμενος ἔς τε ἱερόν τι οὐκ ἄποθεν ὂν διὰ τοῦτο ἐσχολακέναι, κατέστη μὲν αὖθις ἐς τὴν φυλακὴν ᾗπερ εἰώθει, λαθὼν δὲ ἅπαντας τοῖς πολεμίοις τὰ γράμματα ἔδωκεν· ἅπερ ἐς τὸ πλῆθος ἀναγνωσθέντα ἔτι μᾶλλον ἅπαντας,