Ancient Greek · ~3 min
6.26.9 to 6.26.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.26.9-13
Not analysed yet
ἐμοὶ γὰρ ἔναγχος ἥ τε τῆς ἐξόδου παρασκευὴ ὡς ἔνι μάλιστα ἤσκητο καὶ Οὐραΐας παντὶ τῷ στρατῷ ἐκ Μεδιολάνου μετάπεμπτος ἦλθεν. ἀλλ’ ἡ Φράγγων ἔφοδος παραδόξως ἐπιπεσοῦσα πάντα ἡμῖν τὰ ἐν παρασκευῇ ἀνεχαίτισεν, ὧν ἔγωγε οὐκ ἂν τὴν αἰτίαν δικαίως φεροίμην. ὅσα γὰρ μείζω ἢ κατὰ ἀνθρώπου δύναμίν ἐστι καὶ τοῖς ἐπταικόσι τὸ ἀνεγκλήτοις εἶναι χαρίζεται, τῆς τύχης ἐφ’ ἑαυτὴν ἐπισπωμένης ἀεὶ τὰ ἐκ τῶν πεπραγμένων ἐγκλήματα. νῦν μέντοι ʽκαὶ γὰρ Θευδίβερτον ἐκποδὼν ἡμῖν γεγενῆσθαι ἀκούομεν’ οὐκ ἐς μακρὰν ὑμῖν, ἂν θεὸς θέλῃ, πάσῃ τῇ Γότθων στρατιᾷ παρεσόμεθα. χρὴ δὲ ὑμᾶς τὰ παραπίπτοντα φέρειν ἀνδρείως τε καὶ τῇ ἀνάγκῃ ἐπιτηδείως, λογιζομένους μὲν τὴν ὑμετέραν ἀρετήν, ἧς ἕνεκα ἐκ πάντων ἀπολέξας ὑμᾶς ἐν Αὐξίμῳ κατεστησάμην, αἰσχυνομένους δὲ τὴν δόξαν, ἣν Γότθοι ἅπαντες ἐφ’ ὑμῖν ἔχοντες Ῥαβέννης τε ὑμᾶς καὶ