Ancient Greek · ~7 min
6.27.14 to 6.27.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.27.14-22
Not analysed yet
ὅπερ Βελισάριος μὲν ὡς ἥκιστα εἶδεν. οὐ γὰρ οὖν οὔτε φυλάσσεσθαι οὔτε πη ἐκτρέπεσθαι ἴσχυσε. δορυφόρος δέ τις Οὐνίγαστος ὄνομα παρ’ αὐτὸν ἑστηκὼς κατενόησέ τε οὐκ ἄποθεν ὂν τῆς Βελισαρίου γαστρός, καὶ χεῖρα τὴν δεξιὰν προβαλλόμενος ἔσωσε μὲν τὸν στρατηγὸν ἐκ τοῦ παραδόξου, αὐτὸς δὲ πληγεὶς τῷ τοξεύματι εὐθὺς μὲν περιώδυνος γεγονὼς ἀνεχώρησε. μετὰ δὲ τῶν νεύρων οἱ ἀποκοπέντων οὐκέτι τὴν χεῖρα ἐνεργεῖν ἴσχυσεν. ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐς μέσην ἡμέραν ἀφίκετο. Καὶ τῶν Ἀρμενίων ἄνδρες ἑπτὰ ὑπό τε Ναρσῇ καὶ Ἀρατίῳ τασσόμενοι ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια, ἔς τε τὴν δυσχωρίαν, ἣ μάλιστα ἀνάντης ἦν, ὥσπερ ἐν τῷ ὁμαλεῖ περιθέοντες καὶ κτείνοντες τῶν πολεμίων τοὺς ἀεὶ σφίσιν ἀντιστατοῦντας, ἕως διωσάμενοι τοὺς ἐκείνῃ βαρβάρους ἐτρέψαντο. οἵ τε ἄλλοι Ῥωμαῖοι ἐνδιδόντας ὁρῶντες ἤδη τοὺς πολεμίους ἐδίωκον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, οἵ τε βάρβαροι αὖθις ἐντὸς τοῦ περιβόλου ἐγένοντο. Ῥωμαῖοι μὲν οὖν τήν τε δεξαμενὴν διεφθάρθαι καὶ τοῖς Ἰσαύροις ἅπαν ἐπιτετελέσθαι τὸ ἔργον ᾤοντο, οἱ δὲ οὐδὲ ὅσον χάλικα ἐνθένδε ἀφελέσθαι παντελὲς ἴσχυσαν. οἱ γὰρ πάλαι τεχνῖται, ἀρετῆς ἐς τὰ ἔργα ἐπιμελούμενοι μάλιστα, οὕτω δὴ καὶ ταύτην τὴν οἰκοδομίαν εἰργάσαντο, ὥστε μήτε χρόνῳ μήτε ἀνθρώπων ἐπιβουλῇ εἴκειν. ἄπρακτοι γοῦν οἱ Ἴσαυροι, ἐπειδὴ Ῥωμαίους τοῦ χῶρου κρατήσαντας εἶδον, ἐκ τῆς δεξαμενῆς ἀπαλλαγέντες ἐς τὸ στρατόπεδον ἀπεχώρησαν. διὸ δὴ Βελισάριος τῶν τε ζῴων τὰ νεκρὰ καὶ βοτάνας ἐς ἀνθρώπου φθορὰν ἱκανῶς πεφυκυίας ῥίπτειν ἐν τῷ ὕδατι τοὺς στρατιώτας ἐκέλευε καὶ λίθον κατακεκαυμένην ἐνδελεχέστατα ʽἣν πάλαι μὲν τίτανον, τανῦν δὲ ἄσβεστον καλεῖν νενομίκασιν’ ἐμβαλόντας ἐνταῦθα σβεννύειν. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, οἱ δὲ βάρβαροι φρέατι ἐντὸς τοῦ περιβόλου ὕδωρ τι βραχὺ ὡς μάλιστα ἔχοντι ἐν τούτῳ δὴ τῷ χρόνῳ ἐλασσόνως ἢ κατὰ τὴν χρείαν ἐχρῶντο.