Ancient Greek · ~7 min
6.27.23 to 6.27.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.27.23-30
Not analysed yet
καὶ τὸ λοιπὸν Βελισάριος οὔτε βίᾳ τὸ χωρίον ἑλεῖν οὔτε τινὰ ἐπιβουλὴν ἐπιδείξασθαι ὕδατος πέρι ἢ ἄλλου ὁτουοῦν ἐν σπουδῇ ἐποιεῖτο, μόνῳ τῷ λιμῷ περιέσεσθαι τῶν πολεμίων ἐλπίδα ἔχων. καὶ ἀπ’ αὐτοῦ τῆς φυλακῆς ἰσχυρότατα ἐπεμελεῖτο. οἵ τε Γότθοι καραδοκοῦντες ἔτι τὸν ἐκ Ῥαβέννης στρατὸν ἐν πολλῇ ἀπορίᾳ τῶν ἀναγκαίων ἡσύχαζον. Ἤδη δὲ οἱ ἐν Φισούλῃ πολιορκούμενοι ὡς μάλιστα τῷ λιμῷ ἐπιέζοντο, φέρειν τε τὸ κακὸν οὐχ οἷοί τε ὄντες, ἀπειπόντες δὲ καὶ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα, τοῖς ἐναντίοις προσχωρεῖν ἔγνωσαν. Κυπριανῷ τοίνυν καὶ Ἰουστίνῳ ἐς λόγους ἐλθόντες, τά τε πιστὰ ὑπὲρ τῶν σωμάτων λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ὁμολογίᾳ παρέδοσαν. καὶ αὐτοὺς οἱ ἀμφὶ Κυπριανὸν ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπαγόμενοι, φρουράν τε αὐτάρκη ἐν Φισούλῃ καταστησάμενοι, ἐς Αὔξιμον ἦλθον. Βελισάριος δὲ αὐτῶν τοὺς ἡγουμένους τοῖς ἐν Αὐξίμῳ βαρβάροις ἀεὶ ἐνδεικνύμενος ἐκέλευε τῆς ἀπονοίας μεθίεσθαι, τὴν ἐκ Ῥαβέννης ἀποσεισαμένοις ἐλπίδα· ὄνησις γάρ τις οὐ μή ποτε οὐδὲ αὐτοῖς ἔσται, ἀλλ’ ἐπὶ πλεῖστον τῇ ταλαιπωρίᾳ κεκακωμένοι οὐδὲν ἧσσον ἐς ταὐτὸν τύχης τοῖς ἐν Φισούλῃ ἀφίξονται. οἱ δὲ πολλὰ ἐν σφίσιν αὐτοῖς λογισάμενοι, ἐπειδὴ τῷ λιμῷ οὐκέτι ἀντεῖχον, τούς τε λόγους ἐνεδέχοντο καὶ παραδοῦναι τὴν πόλιν ἠξίουν, ἐφ’ ᾧ αὐτοὶ ἀπαθεῖς κακῶν ξὺν τοῖς χρήμασιν ἐπὶ Ῥαβέννης πορεύσονται. διὸ δὴ Βελισάριος τοῖς παροῦσι διηπορεῖτο, πολεμίους μὲν τοιούτους τε τὴν ἀρετὴν καὶ τοσούτους τὸ πλῆθος τοῖς ἐν Ῥαβέννῃ ἀναμίγνυσθαι ἀξύμφορον εἶναι οἰόμενος, τοῦ δὲ καιροῦ ὑστερῆσαι ὡς ἥκιστα ἤθελεν, ἀλλ’ ἐπὶ Ῥάβεννάν τε καὶ Οὐίττιγιν, ᾐωρημένων ἔτι τῶν πραγμάτων, ἰέναι. Φράγγοι γὰρ αὐτὸν ξυνετάρασσον, Γότθοις ἐς ἐπικουρίαν ἀφίξεσθαι αὐτίκα δὴ μάλα ἐπίδοξοι ὄντες. ὧν δὴ προτερῆσαι τὴν παρουσίαν ἐν σπουδῇ ἔχων διαλύειν τὴν προσεδρείαν μήπω Αὐξίμου ἁλούσης οὐχ οἷός τε ἦν.