Ancient Greek · ~3 min
6.27.31 to 6.27.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.27.31-34
Not analysed yet
οἵ τε στρατιῶται οὐκ εἴων συγχωρεῖν τοῖς βαρβάροις τὰ χρήματα, τραύματα μὲν πολλὰ ἐνδεικνύμενοι ὧνπερ ἐνταῦθα πρὸς αὐτῶν ἔτυχον, πόνους δὲ πάντας ἀπαριθμοῦντες τοὺς ἐν ταύτῃ σφίσι τῇ πολιορκίᾳ ξυμπεπτωκότας, ὧν δὴ ἆθλα εἶναι τῶν ἡσσημένων τὰ λάφυρα ἰσχυρίζοντο. τέλος δὲ οἵ τε Ῥωμαῖοι καιροῦ ὀξύτητι ἀναγκασθέντες, καὶ Γότθοι τῷ λιμῷ βιαζόμενοι ξυνίασιν ἀλλήλοις, ἐφ’ ᾧ τῶν μὲν χρημάτων τὰ ἡμίσεια Ῥωμαῖοι ἐν σφίσιν αὐτοῖς διανέμωνται, τὰ δὲ λειπόμενα Γότθοι ἔχοντες βασιλέως κατήκοοι ὦσιν. ἑκάτεροι τοίνυν ὑπὲρ τούτων τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποκρύψασθαι. οὕτω τε δὴ τὰ χρήματα πάντα ἐνείμαντο καὶ Ῥωμαῖοι μὲν Αὔξιμον ἔσχον, οἱ δὲ βάρβαροι τῷ βασιλέως στρατεύματι ἀνεμίγνυντο.