Ancient Greek · ~4 min
6.28 to 6.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.28-34
Not analysed yet
καίτοι καὶ αὐτῷ ἀνθρώπῳ γε ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς ξυμβήσεσθαί τι ὧν οὐκ ἂν ἕλοιτο. ἐγὼ μέντοι περαιτέρω τι γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν ἔννοιαν ἡ παροῦσα τύχη. ἀλλὰ χαῖρέ μοι, ὦ φίλε Φάρα, καί μοι κιθάραν τε καὶ ἄρτον ἕνα καὶ σπόγγον δεομένῳ πέμπε.” ταῦτα ἐπεὶ ἀπενεχθέντα ὁ Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων, ἕως οἱ ὁ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαν τε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον ὠπτημένον εἶδε. σπόγγος δέ οἱ ἀναγκαῖος εἴη· τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τῇ ἀλουσίᾳ, ἐς ἄγαν ἐπῆρται. κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαί τε καὶ ἀποκλαῦσαι ἐπείγεται. ταῦτα ἀκούσας Φάρας περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυράμενος κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν ὅσων αὐτοῦ ἔχρῃζε Γελίμερ. τῆς μέντοι προσεδρείας οὐδὲν μεθιεὶς ἐφύλασσε μᾶλλον ἢ πρότερον.