Ancient Greek · ~7 min
7.1 to 7.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.1-4-8
Not analysed yet
Ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ ὁ χειμὼν ἐτελεύτα. καὶ ὁ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ’ αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων· καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ ταλαιπωρίᾳ ἠφίει. καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δέ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε. γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι. παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς ἣ τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, ὁ δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὤν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι δοκῇ. τούτοιν τοῖν παίδοιν ὁ μὲν Βανδίλος προτερήσας ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶς τε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, ὁ δὲ ἕτερος λαβόμενος αὐτοῦ τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέ τε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ φάρυγγι οὖσαν. τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ ʽπαρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν’ ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε· “Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ’ ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, ὦ βέλτιστε Φάρα. εἰσῆλθε γάρ με ἡ σὴ ξυμβουλή, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐδὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην, ἀλλ’ ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ· ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα ὅσα μοι ἔναγχος ὑπεδέξω.