Ancient Greek · ~7 min
6.29.1 to 6.29.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.29.1-10
Not analysed yet
Τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο, Δόμνικός τε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ’ ᾧ τὴν εἰρήνην κατὰ τάδε ποιήσονται· Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι, χώρας τε ἄρχειν ἣ ἐκτὸς Πάδου ποταμοῦ ἐστι· τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι, καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου ποιήσασθαι. Βελισαρίῳ τε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες δὲ Γότθοι καὶ Οὐίττιγις ἐφ’ ᾧ ἥκοιεν, ἄσμενοι κατὰ ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι. ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν, ἐν ξυμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ, τό τε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλωτον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν. ἐπειδή τε οἱ πρέσβεις ἐκ Ῥαβέννης πρὸς αὐτὸν ἵκοντο, γράμμασιν οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν. ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷ τε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον, καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο, ἄντικρύς τε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτων τε καὶ ὅρκων οὔποτε ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι. Ἀκούσας δὲ βελισάριος λοιδορεῖσθαί οἱ τῶν ἀρχόντων τινάς, ὡς δὴ ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι τὸν πόλεμον καταλύειν οὐδαμῶς Βούλοιτο, ξυγκαλέσας ἅπαντας, Δομνίκου τε καὶ Μαξιμίνου παρόντων, ἔλεξε τοιάδε· “Τὴν μὲν τοῦ πολέμου τύχην ἐν τῷ ἀσφαλεῖ ὡς ἥκιστα ἑστάναι αὐτός τε οἶδα καὶ ὑμῶν ἕκαστον ταὐτά μοι γινώσκειν ὑπὲρ αὐτῆς οἶμαι. πολλούς τε γὰρ ἐπίδοξος, ὅτι δὴ ἐς αὐτοὺς ἀφίξεται, οὖσα ἡ τῆς νίκης ἐλπὶς ἔσφηλε, καὶ τοῖς ἠτυχηκέναι δοκοῦσι τῶν ἐχθρῶν ἤδη παρὰ δόξαν περιεῖναι ξυνέβη. διὸ δή φημι χρῆναι τοὺς ὑπὲρ τῆς εἰρήνης βουλευομένους οὐ τὴν ἀγαθὴν ἐλπίδα προβάλλεσθαι μόνον, ἐφ’ ἑκάτερα δὲ τὴν ἀπόβασιν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντας, οὕτω τὴν αἵρεσιν ποιεῖσθαι τῆς γνώμης.