Ancient Greek · ~7 min
6.29.11 to 6.29.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.29.11-20
Not analysed yet
τούτων δὲ τοιούτων ὄντων, ὑμᾶς τε τοὺς ξυνάρχοντας καὶ τούσδε τοὺς βασιλέως πρέσβεις ξυνεισάγειν ἔδοξεν ἔμοιγε, ὅπως ἐν τῷ παρόντι κατ’ ἐξουσίαν ἑλόμενοι ὅ τι ἂν βασιλεῖ ξυνοίσειν δοκῇ, μήποτέ τινα ὀπίσω τῶν πραγμάτων κατ’ ἐμοῦ ποιήσησθε μέμψιν. τῶν γὰρ ἀτοπωτάτων ἂν εἴη σιωπᾶν μὲν ἕως ἔξεστιν ἐξελέσθαι τὰ κρείσσω, σκοπουμένοις δὲ τὴν ἀπὸ τῆς τύχης ἀπόβασιν τὰς αἰτίας ποιεῖσθαι. ὅσα μὲν οὖν ἐς τὴν τοῦ πολέμου διάλυσιν βασιλεῖ τε δέδοκται καὶ Οὐιττίγιδι βουλομένῳ ἐστίν, ἐπίστασθε δή που. εἰ δὲ καὶ ὑμῖν ξύμφορα ταῦτα εἶναι δοκεῖ, λεγέτω παρελθὼν ἕκαστος. εἰ μέντοι πᾶσάν τε Ἰταλίαν οἴεσθε Ῥωμαίοις ἀνασώσασθαι οἷοί τε εἶναι καὶ τῶν πολεμίων τὴν ἐπικράτησιν ποιήσασθαι, οὐδὲν κωλύσει μηδὲν ὑποστειλαμένους εἰπεῖν.” ταῦτα ἐπεὶ Βελισάριος εἶπεν, ἅπαντες ἄντικρυς ἀπεφήναντο τὰ βασιλέως βουλεύματα βέλτιστα εἶναι, καὶ οὐδὲν αὐτοὺς οἵους τε ἔσεσθαι περαιτέρω τοὺς πολεμίους ἐργάζεσθαι. Βελισάριος δὲ ἡσθεὶς τῶν ἀρχόντων τῇ γνώμῃ γράμμασιν αὐτὴν ἠξίου δηλῶσαι, ὡς μήποτε αὐτὴν ἀρνηθεῖεν. οἱ δὲ καὶ γράψαντες ἐν βιβλιδίῳ ἐδήλουν οὐχ οἷοί τε εἶναι περιέσεσθαι τῷ πολέμῳ τῶν ἐναντίων. Ταῦτα μὲν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγίνετο. Γότθοι δὲ τῷ λιμῷ πιεζόμενοι οὐκέτι τε ἀντέχειν τῇ ταλαιπωρίᾳ δυνάμενοι Οὐιττίγιδος μὲν τῇ ἀρχῇ ἤχθοντο ἅτε ὡς μάλιστα δεδυστυχηκότος, βασιλεῖ δὲ προσχωρεῖν ὤκνουν, δεδιότες ἄλλο μὲν οὐδέν, ὅπως δὲ μὴ δοῦλοι βασιλέως γενόμενοι ἔκ τε Ἰταλίας ἀνίστασθαι ἀναγκάζοιντο καὶ ἐς Βυζάντιον ἰόντες ἐνταῦθα ἱδρύσεσθαι. ἐν σφίσιν οὖν αὐτοῖς βουλευσάμενοι, εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, βασιλέα τῆς ἑσπερίας βελισάριον ἀνειπεῖν ἔγνωσαν. πέμψαντες δὲ παρ’ αὐτὸν λάθρα ἐδέοντο ἐς τὴν βασιλείαν καθίστασθαι· ταύτῃ γὰρ αὐτῷ ἄσμενοι ἕψεσθαι ἰσχυρίζοντο. Βελισάριος δὲ καταστῆναι μὲν ἐς τὴν ἀρχὴν οὐχ ἑκόντος βασιλέως ἥκιστα ἤθελε· τῷ τε γὰρ τοῦ τυράννου ὀνόματι ὑπερφυῶς ἤχθετο καὶ ὅρκοις δεινοτάτοις πρὸς βασιλέως καταληφθεὶς πρότερον ἔτυχε, μήποτε αὐτοῦ περιόντος νεωτεριεῖν· ὅπως δὲ τὰ παρόντα ὡς ἄριστα διοικήσηται, ἀσμένως ἔδοξε τοὺς τῶν βαρβάρων λόγους ἐνδέχεσθαι.