Ancient Greek · ~7 min
6.29.30 to 6.29.38
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.29.30-38
Not analysed yet
καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, ξὺν Ἀθανασίῳ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, ἄρτι ἥκοντι ἐκ Βυζαντίου, αὐτὸς δὲ τῷ ἄλλῳ στρατεύματι σὺν Γότθων τοῖς πρέσβεσιν ἐς Ῥάβενναν ᾔει. καὶ νηῶν στόλον ἐμπλησάμενος σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκέλευε κατὰ τάχος ἐς Κλάσσες τὸν λιμένα ἐσπλεῖν· οὕτω γὰρ Ῥωμαῖοι τὸ Ῥαβέννης προάστειον καλοῦσιν οὗ ὁ λιμήν ἐστιν. Ἐμοὶ δὲ τότε διασκοπουμένῳ τὴν ἐς Ῥάβενναν εἴσοδον τοῦ Ῥωμαίων στρατοῦ ἔννοιά τις ἐγένετο, ἀνθρώπων μὲν ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον, ὅπερ αὐτῶν ἀεὶ στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς περαινομένοις οὐδεμία ἔσται. τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει καὶ δυνάμει παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ διακριθέντες, ἐπεὶ ἐν Ῥαβέννῃ ἐγένοντο, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοί τε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει οὐδεμιᾷ ἦγον. αἱ δὲ γυναῖκες ʽἐτύγχανον γὰρ πρὸς τῶν ἀνδρῶν ἀκηκουῖαι μεγάλους τε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς πολεμίους εἶναἰ ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πύλης καθήμεναι εἶδον, ἔς τε τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον. Βελισάριος δὲ Οὐίττιγιν μὲν οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ εἶχε, τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας, ἐκέλευεν αὐτῶν κατ’ ἐξουσίαν ἐπιμελεῖσθαι. πολέμιον γάρ οἱ οὐδὲν ἐνταῦθα ὑπώπτευεν ἔσεσθαι, οὐδὲ Γότθους ποτὲ ταύτῃ ξυστήσεσθαι, ἐπεὶ πολλοὺς πρότερον τοῦ Ῥωμαίων στρατοῦ ἐς τὰ ἐκείνῃ χωρία καταστησάμενος ἔτυχεν. οἱ δὲ κατὰ τάχος ἄσμενοι ᾔεσαν. οὕτω τε Ῥωμαῖοι ἐν τῷ ἀσφαλεῖ ἤδη ἐγίνοντο· οὐ γὰρ ἔτι Γότθων ἔν γε Ῥαβέννῃ πλήθει ἡσσῶντο. μετὰ δὲ τὰ ἐν Παλατίῳ χρήματα ἔλαβεν, ἅπερ διακομίζειν βασιλεῖ ἔμελλε. Γότθων γὰρ οὐδένα οὔτε αὐτὸς ἐληΐσατο οὔτε ἄλλῳ τῳ ληΐσασθαι ξυνεχώρησεν, ἀλλ’ αὐτῶν ἕκαστος τὴν οὐσίαν κατὰ τὰ ξυγκείμενα διεσώσατο.