Ancient Greek · ~2 min
6.29.39 to 6.29.40
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.29.39-40
Not analysed yet
ἐπεὶ δὲ τῶν βαρβάρων ὅσοι ἐς τῶν χωρίων τὰ ἐχυρώτατα φυλακὴν εἶχον Ῥάβεννάν τε καὶ Οὐίττιγιν πρὸς Ῥωμαίων ἔχεσθαι ἤκουσαν, πρέσβεις παρὰ Βελισάριον ἔπεμπον, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ παραδιδόναι καὶ ἅπερ ἐφύλασσον ἀξιοῦντες. καὶ ὅς, ἅπασι τὰ πιστὰ προθυμότατα παρασχόμενος, Ταρβήσιόν τε καὶ εἴ τι ἄλλο ἐν Βενετίοις ὀχύρωμα ἦν παρεστήσατο. Καισῆνα γὰρ ἐν Αἰμιλίᾳ μόνη ἐλέλειπτο, ἣν δὴ πρότερον ξὺν Ῥαβέννῃ παραστησάμενος ἔτυχε.