Ancient Greek · ~7 min
6.3.22 to 6.3.31
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.3.22-31
Not analysed yet
οἷς μὲν γὰρ ἐλπίδα σωτηρίας ἡ μέλλησις φέρει, πολλὴ ἄνοια ἂν εἴη προτερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκολώτερος ὁ ἀγὼν γίνεται, τὸ καὶ πρὸς ὀλίγον ἀναβάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτότερον.” Ῥωμαῖοι μὲν τοσαῦτα εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ἀλλ’ ἔμοιγε καὶ λίαν προσδεχομένῳ τὰ παρ’ ὑμῶν γεγένηται πάντα, ἐκβέβηκε δὲ παρὰ δόξαν οὐδέν. ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα ἀβουλότατόν ἐστι, καὶ οὔτε τὰ παρόντα φέρειν πέφυκεν οὔτε τὰ μέλλοντα προβουλεύεσθαι, ἀλλ’ ἐγχειρεῖν μὲν εὐπετῶς ἀεὶ τοῖς ἀμηχάνοις, διαφθείρεσθαι δὲ ἀνεπισκέπτως ἐπίσταται μόνον. ἐγὼ μέντοι οὐκ ἄν ποτε διὰ τὴν ὑμετέραν ὀλιγωρίαν οὔτε ὑμᾶς ἀπολέσαιμι ἑκών γε εἶναι οὔτε ὑμῖν τὰ βασιλέως συνδιαφθείραιμι πράγματα. πόλεμος γὰρ οὐκ ἐξ ἀλογίστου σπουδῆς κατορθοῦσθαι φιλεῖ, ἀλλ’ εὐβουλίᾳ τε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθμώμενος ῥοπήν. ὑμεῖς μὲν οὖν πεττεύειν οἰόμενοι τὸν ἕνα βούλεσθε ὑπὲρ ἁπάντων ἀναρρίπτειν κύβον, ἐμοὶ δὲ οὐ σύνηθες αἱρεῖσθαι πρὸ τοῦ ξυμφόρου τὸ σύντομον. εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιημένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐδὲ αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέχεται. νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ συγγνώμων εἰμὶ ταραχῆς τῆσδε· ὡς δὲ ὑμῖν ταῦτα οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ χρώμεθα ἐγὼ δηλώσω. στράτευμα ἡμῖν ἀριθμοῦ κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε καὶ στόλος ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη τήν τε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ πλεῖστα καλύπτει. ὀλίγων τε ἡμερῶν ξὺν πᾶσι τοῖς ἐπιτηδείοις παρ’ ἡμᾶς ἥξουσι, τήν τε ἀπορίαν ἡμῖν διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων στρατόπεδα καταχώσοντες.