Ancient Greek · ~1 min
Book 6, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.3.32
Not analysed yet
ἐλογισάμην οὖν ἐς τὴν ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέσθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκα τε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προνοήσω.”