Ancient Greek · ~7 min
6.4.16 to 6.4.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.4.16-25
Not analysed yet
καὶ Οὖννοι δὲ τὸ στρατόπεδον ἐν γειτόνων, ὥσπερ μοι ἐρρήθη, πεποιημένοι οὐκ ἐλάσσω κακὰ τοὺς Γότθους ἐποίουν, ὥστε καὶ αὐτοὶ τῷ λιμῷ ἐπιέζοντο ἤδη, οὐκέτι σφίσιν ἀδείας οὔσης τὰς τροφὰς ὥσπερ τὸ πρότερον ἐσκομίζεσθαι. καὶ λοιμὸς δὲ αὐτοῖς ἐπεισπεσὼν πολλοὺς ἔφθειρε, καὶ μάλιστα ἐν τῷ στρατοπέδῳ ὅπερ αὐτοῖς ἀγχοῦ τῆς Ἀππίας ὁδοῦ ὕστατον, ὥσπερ μοι προδεδήλωται, γεγονὸς ἔτυχε. καὶ αὐτῶν ὀλίγοι ἐνθένδε ὅσοι οὐ διεφθάρησαν ἐς τἄλλα χαρακώματα ὑπεχώρησαν. ταὐτὸ δὲ τοῦτο καὶ Οὖννοι παθόντες ἐς Ῥώμην εἰσῆλθον. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Προκόπιος δέ, ἐπεὶ ἐν Καμπανίᾳ ἐγένετο, στρατιώτας τε οὐχ ἧσσον ἢ πεντακοσίους ἐνταῦθα ἤγειρε, καὶ νεῶν πολύ τι χρῆμα σίτου ἐμπλησάμενος ἐν παρασκευῇ εἶχε. παρῆν δέ οἱ καὶ Ἀντωνίνα οὐ πολλῷ ὕστερον καὶ τοῦ στόλου ἤδη ξὺν αὐτῷ ἐπεμελεῖτο. Τότε καὶ τὸ ὄρος ὁ Βέβιος ἐμυκήσατο μέν, οὐ μέντοι ἠρεύξατο, καίτοι γε καὶ λίαν ἐπίδοξος ἀπ’ αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται. διὸ δὴ καὶ τοῖς ἐπιχωρίοις ξυνέβη ἐς δέος μέγα ἐμπεπτωκέναι. τὸ δὲ ὄρος τοῦτο Νεαπόλεως μὲν ἑβδομήκοντα σταδίοις διέχει, τετραμμένον αὐτῆς πρὸς βορρᾶν ἄνεμον, ἀπότομον δὲ ἀτεχνῶς ἐστι, τὰ κάτω μὲν ἀμφιλαφὲς κύκλῳ, τὰ δὲ ὕπερθεν κρημνῶδές τε καὶ δεινῶς ἄβατον. ἐν δὲ τῇ τοῦ Βεβίου ὑπερβολῇ σπήλαιον κατὰ μέσον μάλιστα βαθὺ φαίνεται, ὥστε εἰκάζειν αὐτὸ ἄχρι ἐς τὰ ἔσχατα τοῦ ὄρους διήκειν. καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ’ ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι. καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι.