Ancient Greek · ~4 min
6.4.26 to 6.4.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.4.26-30
Not analysed yet
ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειν τε ἐς γῆν ἣ ὡς ἑκαστάτω τυγχάνει οὖσα. καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι. καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ ἔτι θᾶσσον ξυμβῆναι. τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη, εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην χώραν καρποῖς ἅπασιν. ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει.