Ancient Greek · ~2 min
6.5.1 to 6.5.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.5.1-2
Not analysed yet
Ἐν τούτῳ δὲ καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου κατέπλευσεν, Ἰσαύρων μὲν ἐς τὸν Νεαπόλεως λιμένα τρισχίλιοι, ὧν Παῦλος καὶ Κόνων ἡγοῦντο, ἐς Δρυοῦντα δὲ Θρᾷκες ἱππεῖς ὀκτακόσιοι, ὧν Ἰωάννης ἦρχεν ὁ Βιταλιανοῦ τοῦ πρώην τετυραννηκότος ἀδελφιδοῦς καὶ ξὺν αὐτοῖς ἕτεροι στρατιῶται ἐκ καταλόγου ἱππικοῦ χίλιοι· ὧν ἄλλοι τε καὶ Ἀλέξανδρός τε καὶ Μαρκέντιος ἦρχον. ἐτύγχανε δὲ ἤδη καὶ Ζήνων ξὺν τριακοσίοις ἱππεῦσιν ἐς Ῥώμην διά τε Σαμνίου καὶ Λατίνης ὁδοῦ ἀφικόμενος. ἐπεὶ δὲ καὶ Ἰωάννης ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Καμπανίαν ἦλθεν, ἁμάξας πολλὰς ἐκ Καλαβρῶν ἔχων, ἀνεμίγνυντο αὐτοῖς πεντακόσιοι ἠθροισμένοι ἐκ Καμπανίας,