Ancient Greek · ~3 min
6.5.25 to 6.5.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.5.25-27
Not analysed yet
ὀλίγῳ δὲ τῆς ῥινὸς ἄποθεν. καὶ σίδηρος μὲν ἅπας ἐντός τε ἐπάγη καὶ παντάπασιν ἀφανὴς γέγονε, καίπερ μεγάλην τε τὴν ἀκίδα ἔχων καὶ μακρὰν κομιδῆ. τοῦ δὲ βέλους τὸ λειπόμενον ἐς τὴν γῆν οὐδενὸς βιασαμένου εὐθὺς ἔπεσε· δοκεῖ γάρ μοι οὐδὲ ἀσφαλῶς ἐς αὐτὸν ὁ σίδηρός πη ἐρηρεῖσθαι. Τραϊανῷ μέντοι αἴσθησις τούτου οὐδεμία ἐγένετο, ἀλλ’ οὐδέν τι ἧσσον κτείνων τε καὶ διώκων τοὺς πολεμίους διέμεινε. πέμπτῳ δὲ ὕστερον ἐνιαυτῷ αὐτόματον ἐν τῷ προσώπῳ προὖχον τὸ τοῦ σιδήρου ἄκρον ἐφάνη. τρίτον τε τοῦτο ἔτος ἐξ οὗ κατὰ βραχὺ πρόεισιν ἔξω ἀεί. ἐπίδοξος οὖν ἐστι πολλῷ ὕστερον χρόνῳ ἔξω γενήσεσθαι ἡ ἀκὶς ξύμπασα. ἐμπόδιος δὲ τῷ ἀνθρώπῳ οὐδαμῆ γέγονε. ταῦτα μὲν δὴ οὕτως ἔσχεν.