Ancient Greek · ~7 min
6.6.1 to 6.6.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.6.1-11
Not analysed yet
Οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόν τε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρός τε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγους τε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγκαίων. ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆν τε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὄν, ἀλλ’ ὅσον ἡ τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο. ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτόν, ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε τοιάδε· “Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν. τί γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν; ὡς δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντά τε ταλαιπωρεῖν βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἄν, οἶμαι, τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι. ὅταν δὲ ταῦτα οὕτως ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι, ἀλλὰ τά τε δίκαια καὶ τὰ ξύμφορα οὐ σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις ἑλέσθαι, οὕτω τε τὴν διάλυσιν τῶν παρόντων ποιεῖσθαι δυσκόλων. τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν. ἡμεῖς μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παρ’ ὑμᾶς ἥκομεν. ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε. προσήκει δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, ἀλλ’ ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα,