Ancient Greek · ~2 min
6.6.12 to 6.6.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.6.12-15
Not analysed yet
ἤν τι μὴ ἐπιτηδείως εἰρῆσθαι δοκῇ. οὕτω γὰρ ἑκατέροις εἰρηκέναι τε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ τὰ δέοντα πεπραχέναι ξυμβήσεται.” ἀπεκρίνατο Βελισάριος· “Οὕτω μέν, ὅπως φατέ, προϊέναι τὸν διάλογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖά τε καὶ δίκαια πρὸς ὑμῶν λέγοιτο.” Αὖθις οὖν Γότθων οἱ πρέσβεις εἶπον· “Ἠδικήκατε ἡμᾶς, ἄνδρες Ῥωμαῖοι, ἐπὶ φίλους τε καὶ ξυμμάχους ὄντας ὅπλα οὐ δέον ἀράμενοι. ἐροῦμεν δὲ ἅπερ καὶ ὑμῶν ἕκαστον οἰόμεθα ξυνεπίστασθαι. Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ’ Ὀδόακρός ποτε τὸν αὐτοκράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν μεταβαλὼν εἶχε.