Ancient Greek · ~7 min
6.7.17 to 6.7.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.7.17-26
Not analysed yet
αἴτιοι δὲ μάλιστα τούτοις δὴ τοῖς βαρβάροις τῶν ἐπιτηδείων τῆς ἀπορίας ἐγένοντο θαλασσοκρατοῦντες Ῥωμαῖοι, καί τι αὐτοῖς ἐσκομίζεσθαι τῶν ἀναγκαίων οὐ ξυγχωροῦντες. διὸ δὴ καὶ πόλιν ἐπιθαλασσίαν, λόγου πολλοῦ ἀξίαν, Κεντουκέλλας ὄνομα, τῶν ἐπιτηδείων σπανίζοντες, ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέλιπον. ἔστι δὲ ἡ πόλις μεγάλη καὶ πολυάνθρωπος, ἐς τὰ Ῥώμης πρὸς ἑσπέραν ἐν Τούσκοις κειμένη, σταδίοις αὐτῆς ὀγδοήκοντα καὶ διακοσίοις ἀπέχουσα. καὶ αὐτὴν Ῥωμαῖοι καταλαβόντες ἔτι μᾶλλον ἐπὶ μέγα δυνάμεως ἦλθον, ἐπεὶ καὶ τὸ Ἀλβανῶν πόλισμα ἔσχον, Ῥώμης πρὸς ἀνίσχοντα ἥλιον κείμενον, ἀνακεχωρηκότων ἐνθένδε διὰ τὸν αὐτὸν λόγον τηνικαῦτα τῶν πολεμίων, πανταχόθεν δὲ ἤδη κυκλωσάμενοι τοὺς βαρβάρους ἐν μέσῳ εἶχον. διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σφᾶς ἐν σπονδαῖς ἔφασαν· Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτῃ φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν. ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο, ἠπείλουν τε, ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ, οὐκ ἐπιτρέψειν. Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο, παραπέτασμα μὲν εἶναι ταύτην δὴ τὴν αἰτίαν εἰπών, ἀγνοεῖν δὲ οὐδένα ὅτου δὴ ἕνεκα τὰ χωρία ταῦτα Γότθοι ἐκλίποιεν. καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. Ἔπειτα δὲ Βελισάριος, ἐπεὶ Ῥώμην εἶδε στρατιωτῶν πλήθει ἀκμάζουσαν, ἄλλους τε ἱππέας ἐς χωρία Ῥώμης μακράν που ἄποθεν περιέπεμπε καὶ Βιταλιανοῦ τὸν ἀδελφιδοῦν Ἰωάννην ἐκέλευε ξὺν τοῖς ἑπομένοις ἱππεῦσιν, ὀκτακοσίοις οὖσιν, ἀμφὶ πόλιν Ἄλβαν διαχειμάζειν, ἐν Πικηνοῖς κειμένην· καί οἱ τῶν τε Βαλεριανῷ ἑπομένων τετρακοσίους ξυνέπεμψεν, ὧν Δαμιανὸς ὁ Βαλεριανοῦ ἀδελφιδοῦς ἦρχε, καὶ τῶν αὐτοῦ ὑπασπιστῶν ὀκτακοσίους ἄνδρας, διαφερόντως ἀγαθοὺς τὰ πολέμια.