Ancient Greek · ~7 min
6.7.9 to 6.7.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.7.9-16
Not analysed yet
ἐλείποντο δὲ τῶν Ἰσαύρων συχνοὺς τὰς ναῦς φυλάσσοντας. ἔνθα μὲν οὖν ἐκ τοῦ εὐθέος ὁ ποταμὸς ᾔει, πόνῳ οὐδενὶ ἔπλεον, ἀράμενοι τὰ τῶν λέμβων ἱστία· ᾗ δὲ ὁ ῥοῦς ἑλισσόμενος ὁδὸν πλαγίαν ἐφέρετο, ἐνταῦθα ἐπεὶ τὰ ἱστία τῷ πνεύματι οὐδαμῆ ἐνηργεῖτο, ἐρέσσοντές τε καὶ τὸν ῥοῦν βιαζόμενοι πόνον οἱ ναῦται οὐ μέτριον εἶχον. οἱ δὲ βάρβαροι ἐν τοῖς στρατοπέδοις καθήμενοι ἐμπόδιοι γίνεσθαι τοῖς πολεμίοις ἥκιστα ἤθελον, ἢ κατωρρωδηκότες τὸν κίνδυνον, ἢ οὐκ ἄν ποτε ταύτῃ Ῥωμαίους ἐσκομίζεσθαί τι τῶν ἀναγκαίων οἰόμενοι, αἰτίᾳ τε οὐ λόγου ἀξίᾳ διακωλύειν τὴν τῆς ἐκεχειρίας ἐλπίδα, ἣν ὑποσχέσει Βελισάριος ἐκρατύνατο, ἀξύμφορον σφίσιν εἶναι ἡγούμενοι. Γότθοι μέντοι ὅσοι ἐν Πόρτῳ ἦσαν, ἐν χρῷ ἀεὶ παραπλέοντας τοὺς πολεμίους θεώμενοι, οὐδαμῆ ἥπτοντο, ἀλλὰ τεθηπότες ἐκάθηντο τὴν αὐτῶν ἔννοιαν. ἐπεὶ δὲ τρόπῳ τῷ αὐτῷ πολλάκις ἀναπλεύσαντες ἅπαντα κατ’ ἐξουσίαν ἐσεκομίσαντο τὰ φορτία, οἱ μὲν ναῦται ξὺν ταῖς ναυσὶν ἀνεχώρησαν κατὰ τάχος ʽἤδη γὰρ καὶ τοῦ ἔτους ἀμφὶ τροπὰς χειμερινὰς ἦν̓, τὸ δὲ λοιπὸν στράτευμα ἐς Ῥώμην ἐσῆλθε, πλήν γε δὴ ὅτι Παῦλος ἐν Ὀστίᾳ ξὺν τῶν Ἰσαύρων τισὶν ἔμεινε. Μετὰ δὲ ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν, οὐκ ἀφανῆ ἄνδρα, ἐφ’ ᾧ δὴ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται, ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀγγείλωσιν. ἢν δέ τινες καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσεσθαι ἐς τὸ σφῶν ἔθνος. τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ᾔεσαν, Ἰλδίγερ δέ, ὁ τῆς Ἀντωνίνης γαμβρός, ξὺν ἱππεῦσιν οὐκ ὀλίγοις ἐκ Λιβύης ἐς Ῥώμην ἦλθε. Γότθοι τε οἳ τὸ ἐν Πόρτῳ φρούριον εἶχον, ἐπιλελοιπότων σφᾶς τῶν ἀναγκαίων ἐξέλιπόν τε αὐτὸ Οὐιττίγιδος γνώμῃ, καὶ ἐς τὸ στρατόπεδον μετάπεμπτοι ἦλθον· Παῦλος δὲ αὐτὸ ξὺν τοῖς Ἰσαύροις ἐξ Ὀστίας καταλαβὼν ἔσχεν.