Ancient Greek · ~5 min
6.8.13 to 6.8.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.8.13-18
Not analysed yet
Βελισάριος μὲν οὖν εἰσιέναι τοὺς δορυφόρους ἐκέλευε, Κωνσταντῖνος δὲ “Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν,” ἔφη. “Οὐδαμῶς γε,” ὁ Βελισάριος εἶπεν, “ἀλλ’ ἵνα τὸν σὸν ὑπασπιστὴν Μαξεντίολον, ὅς σοι τὰ ξιφίδια βιασάμενος ἤνεγκεν, ἀναγκάσωσι τῷ ἀνθρώπῳ ἀποδιδόναι ἅπερ αὐτοῦ βίᾳ λαβὼν ἔτυχεν.” ἀλλὰ Κωνσταντῖνος τεθνήξεσθαι παραυτίκα οἰόμενος δρᾶσαί τι μέγα, πρίν τι αὐτὸς πάθοι, ἐβούλετο. διὸ δὴ τὸ ξιφίδιον εἷλκεν ὅπερ οἱ πρὸς τῷ μηρῷ ἀπεκρέματο, ἄφνω τε αὐτὸ ἐπὶ τὴν Βελισαρίου γαστέρα ὦσεν. ὁ δὲ καταπλαγεὶς ὀπίσω τε ἀπέστη καὶ Βέσσᾳ ἐγγύς που ἑστηκότι περιπλακεὶς διαφυγεῖν ἴσχυσε. Κωνσταντῖνος μὲν οὖν, ἔτι τῷ θυμῷ ζέων, ἐπῄει, κατιδόντες δὲ Ἰλδίγερ τε καὶ Βαλεριανὸς τὸ ποιούμενον ὁ μὲν τῆς δεξιᾶς, ὁ δὲ τῆς ἑτέρας αὐτοῦ χειρὸς λαμβανόμενος ὀπίσω ἀνθεῖλκον. ἐν τούτῳ δὲ εἰσελθόντες οἱ δορυφόροι οὓς δὴ ὀλίγῳ πρότερον ἐκάλεσε Βελισάριος, Κωνσταντίνου τε τὸ ξιφίδιον ξὺν βίᾳ πολλῇ ἐκ χειρὸς αἱροῦσι, καὶ αὐτὸν πολλῷ θορύβῳ ἁρπάσαντες οὐδὲν μὲν ἄχαρι ἐν τῷ παραυτίκα εἰργάσαντο, παρόντας αἰδούμενοι τοὺς ἄρχοντας, οἶμαι, ἐς οἴκημα δὲ ἄλλο ἀπαγαγόντες, Βελισαρίου κελεύσαντος, χρόνῳ τινὶ ὕστερον ἔκτειναν. τοῦτο Βελισαρίῳ εἴργασται μόνον οὐχ ὅσιον ἔργον καὶ ἤθους τοῦ αὐτοῦ οὐδαμῶν ἄξιον· ἐπιεικείᾳ γὰρ πολλῇ ἐς πάντας τοὺς ἄλλους ἐχρῆτο. ἀλλὰ ἔδει, ὅπερ ἐρρήθη, Κωνσταντίνῳ γενέσθαι κακῶς.