Ancient Greek · ~7 min
6.9.1 to 6.9.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.9.1-11
Not analysed yet
Γότθοι τε οὐ πολλῷ ὕστερον ἐς Ῥώμης τὸν περίβολον κακουργεῖν ἤθελον. καὶ πρῶτα μέν τινας ἐς τῶν ὀχετῶν ἕνα νύκτωρ καθῆκαν, ὧν αὐτοὶ τὸ ὕδωρ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀφῄρηντο. οἱ δὲ λύχνα τε καὶ δᾷδας ἐν χερσὶν ἔχοντες ἀπεπειρῶντο τῆς ἐς τὴν πόλιν ἐνθένδε εἰσόδου. ἔτυχε δέ τινα διώρυχα οὐ μακρὰν Πιγκιανῆς πυλίδος τοῦ ὀχετοῦ τούτου κύρτωμα ἔχον, ὅθεν δὴ τῶν τις φυλάκων τὸ πῦρ κατιδὼν τοῖς ξυμφυλάσσουσιν ἔφρασεν· οἱ δὲ λύκον αὐτοῦ παριόντα ἰδεῖν ἔφασαν. ταύτῃ γὰρ τὴν γῆν οὐχ ὑπερέχειν τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν ξυνέβαινε, πυρὶ δὲ εἰκάζεσθαι τοὺς τοῦ λύκου ὀφθαλμοὺς ᾤοντο. τῶν μὲν οὖν βαρβάρων ὅσοι τοῦ ὀχετοῦ ἀπεπειράσαντο, ἐπειδὴ ἐν μέσῃ πόλει ἐγένοντο, ἔνθα δὴ ἄνοδός τις ἦν ἐκ παλαιοῦ ἐς αὐτό που τὸ Παλάτιον φέρονσα, οἰκοδομίᾳ τινὶ ἐνταῦθα ἐνέτυχον οὔτε πρόσω ἰέναι τὸ λοιπὸν συγχωρούσῃ οὔτε τῇ ἀναβάσει τὸ παράπαν χρῆσθαι. ταύτην δὲ τὴν οἰκοδομίαν Βελισάριος προμηθείᾳ τινὶ κατ’ ἀρχὰς τῆσδε τῆς πολιορκίας πεποίηται, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. λίθον οὖν ἕνα βραχὺν ἐνθένδε ἀφελόντες ὀπίσω τε ἀναστρέφειν εὐθὺς ἔγνωσαν καὶ παρὰ τὸν Οὐίττιγιν ἐπανήκοντες τόν τε λίθον ἐνδεικνύμενοι πάντα ἀπήγγελλον. καὶ ὁ μὲν τὰ τῆς ἐπιβουλῆς ἅμα τοῖς Γότθων ἀρίστοις ἐν βουλῇ εἶχε, Ῥωμαίων δὲ ὅσοι φρουρὰν ἀμφὶ πυλίδα Πιγκιανὴν εἶχον, μνήμην τῆς τοῦ λύκου ὑποψίας ἐν σφίσιν αὐτοῖς ἐποιοῦντο τῇ ὑστεραίᾳ. ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς Βελισάριον ἦλθεν, οὐ παρέργως ὁ στρατηγὸς τὸ πρᾶγμα ἤκουσεν, ἀλλ’ ἄνδρας τε αὐτίκα τῶν ἐν τῷ στρατοπέδῳ δοκίμων ξὺν Διογένει τῷ δορυφόρῳ ἐς τὸν ὀχετὸν καθῆκε καὶ διερευνήσασθαι ἅπαντα ξὺν πολλῷ τάχει ἐκέλευσεν. οἱ δὲ τὰ λύχνα τῶν πολεμίων καὶ τῶν δᾴδων ὅσα διερρυήκει πανταχοῦ τοῦ ὀχετοῦ εὗρον, καὶ τὴν οἰκοδομίαν ᾗ ὁ λίθος πρὸς τῶν Γότθων ἀφῄρητο κατανενοηκότες Βελισαρίῳ ἀπήγγελλον. διὸ δὴ αὐτός τε τὸν ὀχετὸν ἐν μεγάλῃ φυλακῇ ἔσχε καὶ οἱ Γότθοι αἰσθόμενοι ταύτης δὴ τῆς πείρας ἀπέσχοντο.