Ancient Greek · ~3 min
6.9.12 to 6.9.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.9.12-15
Not analysed yet
Ἔπειτα δὲ καὶ ἐκ τοῦ ἐμφανοῦς ἔφοδον κατὰ τοῦ περιβόλου ἐμηχανῶντο οἱ βάρβαροι. τηρήσαντες οὖν τὸν τοῦ ἀρίστου καιρὸν κλίμακάς τε καὶ πῦρ ἐπαγόμενοι, ἥκιστα τῶν πολεμίων προσδεχομένων, ἐπὶ πυλίδα Πιγκιανὴν ᾔεσαν, ἐλπίδι θαρροῦντες ἐξ ἐπιδρομῆς τὴν πόλιν αἱρήσειν, ἅτε οὐ πολλῶν στρατιωτῶν ἐνταῦθα λειφθέντων. ἔτυχε δὲ Ἰλδίγερ τηνικαῦτα ξὺν τοῖς ἑπομένοις φυλακὴν ἔχων· ἕκαστοι γὰρ ἐκ περιτροπῆς ἐς τὴν φρουρὰν ἐτετάχατο. ἐπεὶ οὖν εἶδε προσιόντας οὐκ ἐν τάξει τοὺς πολεμίους, ἀπήντησέ τε οὐ ξυντεταγμένοις ἐς παράταξιν, ἀλλὰ ξὺν πολλῇ ἀκοσμίᾳ ἰοῦσι, καὶ τοὺς κατ’ αὐτὸν οὐδενὶ πόνῳ τρεψάμενος συχνοὺς ἔκτεινε. κραυγῆς δὲ μεγάλης καὶ ταραχῆς ἀνὰ τὴν πόλιν, ὡς τὸ εἰκός, γεγενημένης Ῥωμαῖοί τε ὡς τάχιστα πανταχόσε τοῦ περιβόλου ξυνέρρεον καὶ οἱ βάρβαροι ἄπρακτοι ἐς τὰ στρατόπεδα οὐκ ἐς μακρὰν ἐχώρησαν.